Ancient Greek
274 to 281
Anonymous, Stadiasmus Magni Maris 274-281
Not analysed yet
274. Ἀπὸ Κνίδου εἰς τὴν Κῶ στάδιοι ρπ΄. 275. Ἀπὸ Κῶ εἰς Ἁλικαρνασὸν στάδιοι ρπ΄. 276. Ἀπὸ Ἁλικαρνασοῦ εἰς Μύνδον στάδιοι σκ΄. 277. Ἀπὸ Μύνδου εἰς Λέρον στάδιοι τν΄. 278. Ἀπὸ Μύνδου εἰς τὴν Κῶ στάδιοι ρμ΄. 279. Ἀπὸ δὲ Κῶ εἰς Λέρον στάδιοι τν΄. Ἀκὸ Κῶ εἰς Δῆλον στάδιοι ατ΄. Ἀπὸ Κῶ εἰς Σάμον στάδιοι α. 280. Ἔστι δὲ ἀπὸ Κῶ εἰς τὴν Δῆλον πλέειν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις ατ΄. Πλεύσεις δὲ εἰς Κάλυδναν· καταπλεύσεις δὲ ἐκ δεξιῶν ἔχων τὸ Ὑψίρισμα καὶ τὰς Καλύδνας καὶ τὴν Λέρον καὶ τὴν Πότμον δεξιὰς λαβὼν, τοὺς δὲ Μελαντείους καὶ τὴν Μύκονον ἐκ τῶν εὐωνύμων καὶ Τῆνον ἐκ δεξιῶν ἔχων καταχθῇς εἰς Δῆλον. 281. Ἀπὸ Μύνδσυ ἥτις ἐστὶ διὰ τῆς Ἀττικῆς στάδ. σφ΄. πλεύσεις δὲ διὰ τῶν Κορσικῶν καὶ τῆς τε Λέρου καὶ τῆς Καλύδνης καὶ τὴν Ὀροβίδα λαβὼν δεξιὰν πλέε ἐπὶ τὰς Ἀμοργίας τήν τε Δόνουσαν καὶ τὴν Νάξον καὶ τὴν Κύθνον ἔχε δεξιάν.