Ancient Greek
85 to 99
Anonymous, Stadiasmus Magni Maris 85-99
Not analysed yet
85. Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στάδιοι υ΄· ἀκρωτήριόν ἐστι τραχύ· ἔχει ὕφορμον καὶ ὕδωρ. 86. Ἀπὸ Ἵππου ἄκρας ἐπὶ τὸν Ἔπηρον στάδιοι τν΄· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι φρούριον βαρβάρων. 87. Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρν΄. 88. Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σ΄· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει. 89. Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρν΄. 90. Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τν΄. 91. Ἀπὸ Ἀσπίδος εἰς Ταριχείας στάδιοι τν΄. 92. Ἀπὸ Ταριχειῶν ἐπὶ Κεφαλὰς στάδιοι υ΄· ἀκρωτήριόν ἔστιν. 93. Ἀπὸ Κεφαλῶν εἰς Νεάπολιν στάδιοι φν΄. Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν, νησία ἔχουσαν· ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει ἀσφαλῶς ὁρμίζου ἐπὶ τοῦ Ἑρμαίου. Αὕτη καλεῖται Λέπτις. Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλαίνων βωμῶν εἰς Λέπτιν τὴν Μεγάλην στάδιοι δϚ΄. 94. Ἀπὸ Λέπτεως ἐπὶ Ἑρμαῖον στάδιοι ε΄· ὅρμος ἐστὶ πλοίοις μικροῖς. 95. Ἀπὸ Ἑρμαίου ἐπὶ Γάφαρα στάδιοι τ΄· ἄκρα ἐστὶν ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν μερῶν· ἔχει ὕδωρ· καλεῖται Aἰνεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ. 96. Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μ΄· πύργος ἐστὶ ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποταμὸς καλεῖται. 97. Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ. 98. Ἀπὸ Μεγέρθεως εἰς Μακαραίαν στάδιοι υ΄. 99. Ἀπὸ Μακαραίας εἰς Σαβράθαν στάδιοι υ΄· πόλις ἐστὶν ἀλίμενος σάλον ἔχει.