Ancient Greek
100 to 111
Anonymous, Stadiasmus Magni Maris 100-111
Not analysed yet
100. Ἀπὸ Σαβράθης ἐπὶ Λοκροὺς στάδιοι τ΄· κώμη ἐστὶ, καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός. 101. Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τ΄· φρούριον ἔχον πύργον· λιμήν ἐστι ἐπίσημος. 102. Ἀπὸ Ζευχάριος ἐπὶ Γέργιν στάδιοι τν΄· πύργος ἐστὶ, καὶ φρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ. 103. Ἀπὸ Γέργεως εἰς Μήνιγγα στάδιοι ρν΄· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους η΄· ἔχει δὲ πόλεις ἱκανὰς, μητρόπολις δέ ἐστιν αὕτη. Αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. Ἔστιν ἐν αὐτῇ βωμὸς Ἡρακλέους μέγιστος καλεῖται. Ἔστι δὲ λιμὴν καὶ ὕδωρ ἔχει. Οἱ πάντες ὁμοῦ ἀπὸ Λέπτεως εἰς Μήνιγγαστάδιοι βτ΄. 104. Ἀπὸ Μήνιγγος εἰς τὴν ἤπειρον στάδιοι σ΄· πόλις ἐστὶ, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ. 105. Ἀπὸ δὲ τῆς Γέργεως εἰς Κιδιφθὰν στάδιοι ρπ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει. 106. Ἀκὸ Κιδιφθῆς εἰς Τακάπην στάδιοι σʼ. 107. Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρ΄· πόλις ἐστὶ καὶ λιμένα έχει. 108. Ἀπὸ Νεαπόλεως εἰς Θέναν στάδιοι σκ΄. 109. Ἀπὸ Θένης εἰς Ἄχολλαν στάδιοι φ΄. 110. Ἀπὸ Ἀχόλλης εἰς Ἀλιπόταν στάδιοι ρκ΄. 111. Ἀπὸ Ἀλιπότης εἰς Θάψον στάδιοι ρκ΄.