Ancient Greek
Section 233
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 233
Not analysed yet
Οἳ πρῶτοι βιότοιο] τῶν Αἰγυπτίων τὸ γένος. Αὐτοὺς γάρ φησιν εὑρετὰς τοῦ βίου, ἐπεὶ καὶ ἄροτρον ἐξεῦρον καὶ μάλιστα γεωπόνοι εἰσὶ, καὶ ὅτι τῆς ἀστρονομίας εὑρεταὶ, ἐξ ἧς καὶ τοὺς καιροὺς καταλαμβάνομεν, καὶ ἐγεωμέτρησαν πρῶτοι, καὶ τὴν τῶν ἄστρων διαγραφὴν εὗρον. Κελεύθους δὲ τοὺς καιροὺς διὰ τῶν ἄστρων, οἳ χρειώδεις εἰσὶ πρὸς γεωργίαν καὶ πλοῦν καὶ τὰ ἄλλα ἐπιτήδειοι.