Ancient Greek
Section 237
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 237
Not analysed yet
Θυμῷ φρασσάμενοι λοξὸν δρόμον ἠελίοιο] ὅτι πλάγιός ἐστιν ὁ ζωδιακός. Λοξὸν δὲ τὸν ἐν τῷ ζωδιακῷ· λοξὸς γὰρ ὁ ζωδιακός. Ἀντὶ τοῦ εἰσιν οἱ συλλαβόντες τὸν λοξὸν κύκλον τοῦ ἡλίου, τουτέστι τὸν ζωδιακὸν, ὃν ποιεῖ διʼ ἐνιαυτοῦ. Πρῶτοι δὲ, φησὶν, Αἰγύπτιοι ἐξεῦρον τοὺς κύκλους τοῦ οὐρανοῦ· ἰδόντες γὰρ αὐτὸν λοξὸν καὶ τὸν ζωδιακὸν ἐλαύνοντα διʼ ἐνιαυτοῦ, ἐνόησαν ὅτι οὐκ ἐπὶ ἔργου παραλλήλου ποιεῖται τὴν κίνησιν, ἀλλὰ διὰ μέσου τοῦ ἰσημερινοῦ καὶ δύο ἄκρων τοῦ θερινοῦ τροπικοῦ καὶ χειμερινοῦ· εἶτα διὰ τούτου καὶ τοὺς ἐσχάτους ἐξευρόντες, τὸν ἀρκτικὸν καὶ τὸν ἀνταρκτικόν.