Ancient Greek
Section 47
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 47
Not analysed yet
Δεύτερος αὖτ᾿ ὀλίγος μέν] Κατὰ σύγκρισιν τοῦ ἀπὸ Γαδείρων μικρότερος εἴρηται· μείζων δὲ ὡς πρὸς τὸν Περσικὸν καὶ Ἀράβιον κόλπον ἐστὶν ὁ Ὑρκάνιος, ἐκ τοῦ Κρονίου ὠκεανοῦ πληρούμενος. Ἴσως δι᾿ ἀδήλων τόπων ἡ Κασπία ἐπὶ τὰ βόρεια (τὸ βορειότατον H, τὸ βορειότερον Q) ὀφείλει τετάχθαι περὶ Σκυθίαν, ὡς καὶ Ἀπολλώνιος (3, 859) περὶ Μηδείας· “Κασπίῃ ἐνὶ κόχλῳ μήσατο. ”Πτολεμαῖος δὲ δίκην νήσου περιέχεσθαι αὐτὴν τῇ γῇ φησι. Ἀτὰρ προφερέστατος] Ἐπ᾿ ὀλίγον μὲν συρόμενος, ὕμως ἐστὶ κρείττων τῶν ἄλλων· λέγει δὲ κατὰ τὸ σφοδρὸν τοῦ ῥεύματος, ὡς καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ φησί (v. 721)· “τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιχος.”