Ancient Greek
Section 54
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 54
Not analysed yet
Ἄλλος δʼ Ἀραβικός] ὁ Ἐρυθραῖος, ὃς πρὸς σύγκρισιν νοτιώτερος εἴρηται τοῦ Περσικοῦ καὶ τῆς Κασπίας ἐναντίων ἑαυτοῖς καὶ κατορθῶς κειμένων. Ἀμφοτέρων οὖν τούτων νοτιώτερος ὁ Ἀραβικὸς, ὃς καὶ Ἐρυθραῖος καλεῖται· πρὸς γὰρ τῇ διακεκαυμένῃ γῇ κεῖται ἐν τῷ νοτίῳ. Ἐγγύθι κόλπος] ἤτοι πρὸς δύσιν, ἢ ἐπεὶ μεταξὺ φέρεται τοῦ Ἀραβικοῦ ὄρους, ὡς κατὰ διάτρησιν. Ἐνταῦθα δὲ τὸ ὕδωρ ἐπέρχεται διὰ παντὸς τοῦ χρόνου, ἀνακρουόμενον δὲ κατὰ παλίρροιαν αὖθις ὑποστρέφει, ὡς Ἡρόδοτός (2, 11) φησιν· ὅθεν νῦν Κλύσμα λέγεται.