Ancient Greek
Section 609
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 609
Not analysed yet
609 ]sq. Ἴκαρός ἐστιν ἱερὸν Διονύσου ἢ Ἀρτέμιδος ἢ Σαράπιδος διὰ τὸν Ἆπιν, περὶ τὴν Περσικὴν θάλασσαν. Ταυροπόλοιο] ἀπὸ Ταυροπόλεως οὕτω καλουμένης πόλεως. Φασὶ δὲ οὕτω τὴν Ἀφροδίτην, οἱ δὲ τὸν Διόνυσον, οἱ δὲ τὴν Ἀρτέμιδα, οἱ δὲ τὸν Ἀλέξανδρον, διὰ τῷ Βουκεφάλῳ ἵππῳ ἐποχεῖσθαι. —Ἰστέον δὲ ὅτι ἐν Ἰκαρίῳ Ταυροπόλου Ἀπόλλωνος μαντεῖον, ὥς φησι Στράβων (p. 766).