Ancient Greek
Section 620
Anonymous, Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera) 620
Not analysed yet
Ἀσία εἶρηται ἀπὸ τοῦ ἔσιν πολλὴν ἔχειν. Οἱ δὲ ἀπὸ Ἀσίας, μητρὸς Προμηθέως, καὶ ἡ Ἀττικὴ δέ Ἀσία πρώην ἐκαλεῖτο, ὡς ἱστορεῖ ὁ Διονύσιος ὁ Κυζικηνός. Οὐ μὴν ἀλλὰ καὶ Ποσειδωνία ἐκαλεῖτο, ὡς Εὐφορίων φησιν· Ἀκτῆς δὲ παροίτερα φωνηθείσης, οἱ μὲν δὴ ἐνέπουσι καὶ Ἀσίδα κικλήσκεσθαι, οἱ δὲ Ποσειδάωνος ἐπώνυμον αὐδηθῆναι. Ἀλλʼ ὥσπερ τὴν Εὐρώπην συνάπτων τῇ Λιβύῃ ἔλεγε τὸ σχῆμα κωνοειδὲς, οὕτω πάλιν καὶ τὴν Ἀσίαν φησὶν ἐσχηματίσθαι, εἴγε πρὸς τὰ δύο αὕτη διαιρεῖται. Τὸ δὶ ἑλκόμενον ἀντὶ τοῦ ἀποξυνόμενον· ὡς καὶ ἐπ᾿ ἐκείνων ἔλεγεν (vs. 278), «ὀξὺ μὲν ἑσπερίην, πλατὺ δʼ ἀντολίην ὑπὸ μέσην »· ὅθεν καὶ ἐν ἀρχῇ ἔλεγεν (vs. 5)· «οὐ μὲν πᾶσα διαπρὸ περίδρομοι, ἀλλὰ διαμφὶς ὀξυτέρα βεβαυῖα ». —Ἄχρι γὰρ τῶν Διονύσου στηλῶν ἀπήρτισται ἡ Ἀσία. τοῦτο τὸ σχῆμα, καθὼς κἶπεν, ἀποτελοῦσα. Διὸ καὶ τὸ ἑξῆς οὕτως εἶπε· πυμάτοιο παρὰ ῥόον ὠκεανοῖο. Καίτοι οὐκ ἔχει ὁ ὠκεανὸς τέλος, ὅσπερ κύκλος ἐστίν. Ὁποῖον γάρ ἐστι τοῦ κύκλου τὸ τέλος, τοῦτο καὶ ἡ ἀρχή. Λεκτέον οὖν ὅτι πρὸς τὰ τῆς χώρας ἔσχατα καὶ τὸν ὠκεανὸν ληπτέον. Ὅπου γὰρ μέσος ἐστί τις τόπος, μέσος ὠκεανὸς λέγεται, ὅπου δὲ παρὰ τοῦτο, τελευταῖος.