Ancient Greek
Section 10
Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) 10
Not analysed yet
ἀλλʼ ἤτοι Λιβύη μέν: ἡ μὲν Λιβύη, φησίν, ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, ἀλλὰ κατὰ μὲν τὰ Γάδειρα διορίζεται ὑπὸ τῆς Εὐρώπης, κατὰ δὲ τὸ στόμα τοῦ Νείλου ὑπὸ τῆς Ἀσίας. ἄποθεν δέ φησι τῆς Εὐρώπης διὰ τὸ ὁρίζειν τὰ διὰ μέσου πελάγη, ἅπερ ἐν τοῖς ἐφεξῆς γνωσόμεθα. BV. ἀπʼ Εὐρώπης ἔχει οὖρον: ἄποθεν τῆς Εὐρώπης, κατα μηδὲν μέρος συνάπτουσα τῇ Εὐρώπῃ. BCV. ἀπʼ Εὐρώπης] ἄποθεν· λέγει δὲ τὰ ἐν μεσοπελάγει. A il. ἔχει οὖρον] ὅρισμα, διαχώρισμα λοξόν. A il.