Ancient Greek
Section 11
Anonymous, Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera) 11
Not analysed yet
λοξὸν] κυρτοειδῆ, κυκλούμενον. A il. λοξὸν δέ, ὅτι τραπέζιόν ἐστι τὸ σχῆμα τῆς Λιβύης. BCV. διὰ τὸ τὸν Νεῖλον χωρίζειν τὴν Λιβύην ἀπὸ τῆς Εὐρώπης, ἀρχομένην μὲν ἐξ αὐτῶν τῶν Γαδείρωον, λήγουσαν δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα. Λιβύη δὲ ἐκλήθη διὰ τὸ κατάξηρον, οἱονεὶ λιφύη τις οὖσα καὶ λιβύη· Εὐρώπη δὲ διὰ τὸ εὖρος, ἤγουν τὸ πλάτος· Ἀσία δὲ διὰ τὴν ὑγρασίαν· ἄσις γὰρ λέγεται ἡ ὑγρασία. BC. γραμμῇσι] διατυπώσεσι. A il. λοξὸν ἐπὶ γραμμῇσιν: ἡ Λιβύη, φησίν, ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου. λοξὸν ἐπὶ ταῖς γραμμαῖς, ἀντὶ τοῦ τὴν πλευρὰν τὴν μεταξὺ τῶν δύο ἄκρων ἀπολαμβανομένην λοξὴν ἔχουσα, τουτέστι τὴν ἀπὸ Γαδείρων μέχρι τοῦ Νείλου. λοξὸν δὲ διὰ τὸ κατὰ πολλὰ μέρη οἷον κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι καὶ περιάγνυσθαι τῷ σχήματι. V. παροιμία· ὄνυχι τὴν ὑπʼ οὐρανὸν περιγράφειν καὶ κέγχρῳ τὸν οὐρανὸν παραβύειν. V (ausserhalb der Scholienreihe). Γάδειρά τε καὶ στόμα Νείλου: ὅτε ἐπανῆκε φέρων τὰ χρύσεα μῆλα ὁ Ἡρακλῆς, πεξὸς διέβη τὴν Λιβύην, ὅπως τε αὐτὴν καὶ πᾶσαν τὴν Ἀσίαν θεάσαιτο. εἰς Ἄμμωνος δὲ ναὸν ἧκε καὶ ἐκεῖσε μεγαλοπρεπῶς ἔθυσε τῷ δαίμονι. κἀκεῖθεν διέβη εἰς Αἴγυπτον, ἀφʼ οὗ τὸ στόμα Ἡράκλειον καλεῖται. BC.