Ancient Greek
II. τῶν τῆς ἡμέρας διαφορῶν.
Anonymous, Anonymi summaria ratio geographiae in sphaera intelligendae 10
Not analysed yet
10. Πάλιν οὖν ἔστω κύκλος οὐράνιος ὁ A B Γ Δ, γῆ δὲ τὸ ἐντὸς, πλάτος δὲ τοῦ ζωδιακοῦ τὸ Ε E καὶ Θ. H πλὴν ταττέσθω ἡ A Γ βόρειον καὶ νότιον, ἡ δὲ B Δ. δυτικὸν καὶ ἀνατολικὸν, ὡσαύτως καὶ ἡ μὲν E II θερινὸς τροπικὸς, ἡ δὲ ΖΘ χειμερινός. Ὑποθώμεθα τοίνυν ἀνιόντα τὸν ἥλιον ἐπὶ τὰς θερινὰς τροπὰς, ἢ ἀπιόντα τὰς χειμερινάς· ἀνάγκη τὸ ἡμισφαίριον φωτίζειν, ὅπου ἂν καὶ ἐστι. Καὶ ὅρα μοι τὰς ἀπὸ τοῦ ΕΖ καὶ ΗΘ ἐκβαλλομένας γραμμὰς, καὶ ὅσον τὸ περιττεῦον τῷ βορείῳ ἢ τῷ νοτίῳ ἐννόησον. Οὕτω γὰρ ποιῶν ῥᾳδίως δυνήσῃ γνῶναι τὴν ἑκάστου διαφοράν. Ταὐτὸν οὖν διῖ νοεῖν ἐφ᾿ ὅλῳ τῷ πόλῳ. Ἰδού σοι καὶ τούτου τὴν λύσιν ὡς ἦν δυνατὸν ἐν ἐπιπέδῳ νοῆσαι παραδεδώκαμεν, εὐκολωτέρως δ᾿ ἂν εἶχες νοῆσαι, εἰ τὴν οἰκουμένην κατεσκευάσαμεν.