Ancient Greek · ~2 min
II. τῶν τῆς ἡμέρας διαφορῶν.
Anonymous, Anonymi summaria ratio geographiae in sphaera intelligendae 9
Not analysed yet
9. Περὶ δὲ τῶν τῆς ἡμέρας διαφορῶν, καθότι ἐπὶ μὲν τοῦ κατὰ τὸν ἰσημερινὸν τμήματός ἐστιν ὡρῶν ιβ΄, ἐπὶ δὲ τοῦ κατὰ τὸν διὰ Θούλης ὡρῶν κ΄, καὶ τοῦτό σοι, καθόσον ἐστὶν ἡμῖν δυνατὸν, ἐροῦμεν. Ἔστιν οὖν ἰδεῖν οὕτως. Ὑποτυπώσομεν ἐνταῦθα πόλον, Δύσληπτον μὲν γάρ ἐστιν, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν, ἐν ἐπιπέδῳ τὴν τοῦ σφαιροειδοῦς καταλαβεῖν ὡς ἔνι θεωρίαν· πλὴν τοῖς νοῦν ἔχουσιν εὐκόλως ἂν καὶ διὰ τούτου καταληπτὴ γενήσεται, μόνον εἰ τοῖς σχήμασι καὶ στοιχείοις μετὰ ἀκριβείας προσέχωσι.