Ancient Greek · ~5 min
III.
Anonymous, Anonymi summaria ratio geographiae in sphaera intelligendae 14
Not analysed yet
14. Μεταξὺ δὲ τούτου τε καὶ τοῦ ἰσημερινοῦ ὁ πρῶτος πρὸς νότον παράλληλος ἀπέχων τοῦ ἰσημερινοῦ μοίρας η΄, γ΄, ιβ΄, διαφορὰν δὲ ἔχων ἡμιωρίοῦ. Τῆς μιᾶς τοίνυν ὥρας τὴν διαφορὰν ἐπὶ θάτερα μέρη μοιρῶν ιϚ΄, γ΄, ιβ΄ εὑρίσκομεν οὖσαν. Τούτων δὲ τῶν νοτίων παραλλήλων, δηλονότι τοῦ διὰ Μερόης ἕνεκα παραλλήλου, μνημονεύσαντες, τοῦ προηργμένου δρόμου ἤδη ἐχώμεθα. Πέμπτος τοιγαροῦν μετὰ τὸν διὰ Μερόης παράλληλος γράφεται, μοίρας μὲν ἀπέχων κ΄, δ΄, ὥραν δὲ μίαν καὶ δ΄. Ὁ ἕκτος μετ᾿ αὐτὸν ὁ καὶ διὰ Συήνης γραφόμενος καὶ ὑπὸ τὸν θερινὸν τροπικὸν, ἀπέχων καὶ οὗτος μοίρας μὲν κγ΄, U+2220΄, δ΄, διαφέρων δὲ τοῦ ἰσημερινοῦ ὥρᾳ μιᾷ καὶ ἡμίσει· ἐν ᾧ ἐστι τὸ δεύτερον κλίμα· ἔχει δὲ μῆκος σταδίων μυριάδων ὀκτὼ καὶ βτλϚ΄. Εἶνα ὁ ἕβδομος, ἀπέχων μοίρας μὲν κζ΄, U+2220΄, ὥραν δὲ α΄, U+2220΄, δ΄. Ὁ ὄγδοος ὁ καὶ δι᾿ Ἀλεξανδρείας, ἀπέχων μοίρας μὲν λ΄, γ΄, ὥρας δὲ β΄· ἐν ᾧ τὸ τρίτον κλίμα. Ὅρα μοι τὴν τῆς ὥρας ἐνταῦθα διαφορὰν μοιρῶν οὖσαν ιγ΄, U+2220΄, γ΄, ιβ΄. Ὁ ἔννατος ἀπέχων μοίρας μὲν λγ΄, γ΄, ὥρας δὲ β΄ καὶ δ΄. Ὁ δέκατος ὁ καὶ διὰ Ῥόδου, ἀπέχων μοίρας μὲν λϚ΄, ὥρας δὲ β΄, U+2220΄, ἐν ᾧ τὸ τέταρτον κλίμα, οὗ τὸ μῆκος σταδίων μυριάδων ζ΄ καὶ βωιβ΄ ἔγγιστα.