Ancient Greek · ~2 min
III.
Anonymous, Anonymi summaria ratio geographiae in sphaera intelligendae 13
Not analysed yet
13. Καὶ ἑξῆς ὁ τέταρτος, ἐν ὡ ἡ ἀρχὴ τῶν κλιμάτων τέθειται (τοῦτο γάρ ἐστι τὸ διὰ Μερόης πρῶτον κλίμα) ἀπέχει δὲ τοῦ ἰσημερινοῦ πρὸς βορρᾶν μοίρας ιϚ΄, γ΄, ιβ΄, καὶ διαφέρει ὥρᾳ μιᾷ, ἤγουν ἔχει τὴν μεγίστην ἡμέραν ὡρῶν ιγ΄. Ἔχει τὸ μῆκος σταδίων μυριάδων ὀκτὼ καὶ Ϛτλγ ἔγγιστα. ᾯ ἀντίκειται ὁ νοτιώτατος παράλληλος ὁ δεύτερος ἀπὸ ποῦ ἰσημερινοῦ πρὸς νότον ἀπέχων μοίρας ιϚ΄, γ΄, ιβ΄, ὅσα καὶ ὁ διὰ Μερόης πρὸς βορρᾶν, διαφέρων τε μιᾷ ὥρα ὁμοίως τῷ διὰ Μερόης· ὡσαύτως δὲ καὶ τῷ μήκει ἶσος ἐστὶ τούτῳ· οἶ νοτιώτερον οὐδὶν ἐγνωρίσθη παρὰ ἀνθρώπων.