Ancient Greek · ~9 min
Section 20
ANONYMUS LONDINENSIS Med., Iatrica 20
Not analysed yet
καὶ διάφορα γί(νεται) πάθη. **ὁ 81 Aἰγινήτης]
Πέτρων συνεστάναι φ(ησὶν) τὰ ἡ[μέτερα]
σώματα ἐκ δισσῶν στοιχείων, ψ[υχροῦ]
τε καὶ θερμοῦ, ἐφ᾿ ἐτέρωι δὲ τού[των]
ἀπολείπει τι ἀντίστοιχον, τῶι μ[ὲν]
θερμῶι τὸ ξηρόν, τῶι δὲ ψυχρῶι τὸ ὑγρ(όν).]
καὶ ἐγ μ(ὲν) δὴ τούτ(ων) συνεστάναι τὰ σώ ματ(α).]
φησὶν δὲ γί(νεσθαι) τὰς νόσους ἁπ[λῶς]
διὰ τὰς περιττώσεις τῆς τρ[οφῆς·]
ὅταν, ἃ σύμμετρα, ἡ κοιλία μὴ λ[α-]
[βοῦσ] πλείω δέ, μὴ αὐτά, συμβαίνει νόσους γί(νεσθαι). ἢ ἀπὸ τ(ῶν)
στοιχείων τ(ῶν) προειρημέν(ων), ὅταν ἀνώμαλα
ἦι, νόσους ἀπεργάζεται, παρὶ
δὲ τῆς διαφορᾶς τῆς κατὰ τὸ( νόσους
οὐδὲν διακριβοῖ. περὶ 81 τῆς
χολῆς ἰδιώτερον παθολογεῖ. φ(ησὶν) γ(ὰρ) αὐτὴν
ὑπὸ τ(ῶν) [νόσων] [σωματ(ων)]
Οἱ μ(ὲν) γ(ὰρ) ἄλλοι ἀπὸ τῆς χολῆς λέγουσι
γί(νεσθαι) τὰς νόσους, οὗτος δὲ ἀπὸ τ(ῶν)
νόσων τὴν χολήν. καὶ σχεδὸν οὗτος ὡ]ς
ὁ Φιλόλαος οἴεται μὴ (εἶναι) ἐν ἡμῖν χολὴ[ν
ἀ[χρ]είαν. καὶ κ(ατὰ) μ(ὲν) ταῦτα συνηγόρευσεν
τῶι Φιλολάωι, κ(ατὰ) δὲ τἆλλα αυτονει.
Φιλιστίων δ᾿ οἴεται ἐκ 8 δ ἰδεῶν συνεστάναι
ἡμᾶς, τοῦτ᾿ (ἔστιν) ἐκ 8 στοιχείων·
ἀέρος, ὕδατος, γῆς. (εἶναι) δὲ καὶ ἑκάστου
τοῦ μ(ὲν) πυρὸς τὸ θερμόν, τοῦ δὲ ἀέρος
τὸ ψυχρόν, τοῦ δὲ ὕδατος τὸ ὑγρόν,
τῆς δὲ γῆς τὸ ξηρόν. **τὰς δὲ νόσους γί(νεσθαι)
πολυτρόπως κατ’ αὐτόν, ὠς δὲ τύπωι
καὶ γενικώτερον εἰπεῖν τριχῶς· ἢ γ(ὰρ) παρὰ
τὰ στοιχεῖα ἢ παρὰ τὴν τ(ῶν) σωμάτ(ων) διάθεσιν
ἢ παρὰ τὰ ἐκτός. *παρὰ μ(ὲν) οὖν τὰ
στοιχεῖα, ἐπειδὰν πλεονάσῃ τὸ θερμὸν
καὶ τὸ ὑγρόν, ἢ ἐπειδὰν μεῖον γένηται
καὶ ἀ[υ]μα[υ]ρὸν τὸ θερμόν. **παρὰ δὲ τὰ
ἐκτὸς γݲ· ἢ γ(ὰρ) ὑπὸ τραυμάτ(ων) καὶ ἑλκῶν
ἢ ὑπὸ] ὑπερβολῆς θάλπους, ψύχους, τ(ῶν) ὁμοίων,
ἢ ὑπὸ μεταβολῆς θερμοῦ εἰς ψυχρὸν
ἢ ψυχροῦ εἰς θερμὸν ἢ τροφῆς εἰς Τὸ
ἀνοίκειον καὶ διεφθορός. *παρὰ δὲ τὴν
τῶν σωμάτ(ων) διάθεσιν ο(ὕτως)· ῾ὅταν γ(άρ), φ(ησίν), εὐπλειω
πνοῇ ὅλον τὸ σῶμα καὶ διεξίῃ ἀκωλύτως
τὸ πνεῦμα, ὑγίεια γί(νεται)· οὑ γ(ὰρ) μό(νον) κ(ατὰ)
τὸ στόμα καὶ τοὺς μυκτῆρας ἡ ἀναπνοὴ
γί(νεται), ἀλ(λὰ) καὶ καθ᾿ ὅλον τὸ τὸ σῶμα. ὅταν
δὲ μὴ εὐπνοῇ τὸ σῶμα, νόσοι γί(νονται), καὶ
διαφόρως· καθ᾿ ὅλον μ(ὲν) γ(ὰρ) τὸ σῶμα
τῆς ἀναπνοῆς ἐπεχομένης, νόσος