Ancient Greek · ~8 min
Book 2, lines 2.1.148-2.1.196
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 2.1.148-196
Not analysed yet
Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,
σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖς
ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,
πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,
οἷά τε μυρομένη· τὰ δὲ χάλκεα δάκρυα νύμφης
Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην,
Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις,
οὔθʼ Ἕλενος κοτέων ἀπεπαύετο· πατρίδι νηλὴς
φαίνετο δινεύων ἔτι που χόλον ἦν μὲν ἀείρων
δεξιτερῇ φιάλην ἐπιλοίβιον· ὡς δοκέω δέ,
ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, καδδὲ τιθήνης
ἀθανάτοις ἠρᾶτο πανύστατα πήματα φαίνειν.
Ἀνδρομάχη δʼ ἕστηκε ῥοδόσφυρος Ἠετιώνη,
οὔτι γόον σταλάουσα πολύστονον ὡς γὰρ ὀίω,
οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ,
οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν
Δαρδανίην ξύμπασαν ἐληΐσσαντο τιθήνην,
ἦν δʼ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλʼ ἐπὶ νίκῃ
γηθόσυνον σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ
δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.
ἠγασάμην δʼ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ
χαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρ
ἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.
πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς·
οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς,
ἀλλʼ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός· ἦν δʼ ἐνὶ θυμῷ
καγχαλόων Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας
ᾗσι δολοφροσύνῃσι. σὺ δʼ Ἕκτορος ἔννεπε μῆτερ,
τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν
ἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ;
οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη
ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης·
ἀλλʼ ἔτι δακρυχέουσα παρίστασαι ὡς δὲ δοκεύω,
οὐκέτι δυστήνου μόρον Ἕκτορος, οὐδὲ ταλαίνης
Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν
πατρίδα σήν· φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ
πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι
πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων
ἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, καδδὲ παρειῆς
δάκρυα μὲν σταλάεις, τὸ δὲ δάκρυον ἔσβεσε τέχνη,
ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης.
Κασσάνδρην δʼ ἐνόησα θεοπρόπον, ἀλλʼ ἐνὶ σιγῇ
μεμφομένη γενετῆρα, σοφῆς ἀνεπίμπλατο λύσσης. ,
οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης.
Πύρρος δʼ ἄλλος ἔην πτολιπόρθιος· οὐκ ἐπὶ χαίτης
ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,
ἀλλʼ ἄρα γυμνὸς ἔλαμπε, καὶ ἄχνοον εἶχεν ὑπήνην
δεξιτερὴν δʼ ἀνέτεινεν ἑήν, ἐπιμάρτυρα νίκης,
λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμματι λεύσσων.