Ancient Greek · ~7 min
Book 2, lines 2.1.197-2.1.242
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 2.1.197-242
Not analysed yet
εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη
χαλκῷ ἐν ἀφθόγγῳ ; κεκρυμμένα δάκρυα λείβειν;
πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ
ἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλʼ ἐνὶ θυμῷ
πένθος ἔχεις ; μὴ δή σε τεὸν πτολίεθρον ὀλέσσας
ληΐδα Πύρρος ἔχοι Φθιώτιος; οὐδέ σε μορφὴ
ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν,
ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος
εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου.
ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ τε τοίην
ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων
ἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης,
Ἠγασάμην δʼ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς
Λοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης.
φαίνετο μὲν νεότητι κεκασμένος· οὐδὲ γὰρ ἦεν
ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας·
γυμνὸν δʼ εἶχεν ἅπαν στιβαρὸν δέμας· ἠνορέῃ δὲ
βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς.
Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ
ζήλῳ θυμὸν ἔδουσα, Πάριν δʼ ἐδόκευε λαθοῦσα
ὄμματι μαινομένῳ κρυφίην δʼ ἤγγειλεν ἀπειλήν,
δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην,
αἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δʼ ὀπωπὴν
πλαζομένην ἑτέρωσε δυσίμερος· αἴδετο γάρ που
Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.
Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι,
πυγμαχίης κήρυκα φέρων χόλον ἠνορέης δὲ
ἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς.
Ἔντελλος δέ, Δάρητος ἐναντίον ὄμμα τιταίνων,
γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων
πυγμαχίης δʼ ὤδινε φόνον διψῶσαν ἀπειλήν.
ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ
εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων,
εἴτε Μίλων Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων
οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι
οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος, ἀλλὰ καὶ ἔμπης
ἔπνεεν ἠνορέης· λάσιος δὲ οἱ εἵλκετο πώγων,
καὶ φόβον ἠκούτιζον ἀεθλητῆρα παρειαί,
καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες· ἀμφὶ δὲ πυκνοῖς
μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες
τρηχαλέοι, δοιοὶ δέ, συνισταμένων παλαμάων,
εὐρέες ἐσφήκωντο βραχίονες, ἠΰτε πέτραι,
καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ,
αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων.
Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων
Κεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς.