Ancient Greek · ~8 min
Book 2, lines 2.1.92-2.1.147
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 2.1.92-147
Not analysed yet
Καῖσαρ δʼ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην
ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.
αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,
δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων,
οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.
εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις
δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.
ἄλλην δʼ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,
γυμνὴν παμφανόωσαν ἐπὶ στέρνων δὲ θεαίνης
αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.
ἵστατο δʼ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθʼ ὅλος ἀνήρ,
οὐδὲ γυνή· μικτὸν γὰρ ἔην βρέτας ἦ τάχα κοῦρον
Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις·
μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν, οἷά τε κούρη·
σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,
ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων.
παρθενικὴ δʼ Ἤριννα λιγύθροος ἕζετο κούρη,
οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλʼ ἐνὶ σιγῇ
Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης.
μήτε λίπῃς Τέρπανδρον ἐΰθροον, οὗ τάχα φαίης
ἔμπνοον, οὐκ ἄφθογγον ἰδεῖν βρέτας· ὡς γὰρ ὀίω,
κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,
ὥς ποτε δινήεντος ἐπʼ Εὐρώταο ῥοάων
μυστιπόλῳ φόρμιγγι κατεπρήϋνεν ἀείδων
ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων.
Ἠγασάμην δʼ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ
χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις,
ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις,
ἢ μόθον ἐντύνων Πελοπήιον. ἱστάμενος δὲ
ἔπρεπε Πυθαγόρας, Σάμιος σοφός, ἀλλʼ ἐν Ὀλύμπῳ
ἐνδιάειν ἐδόκευε, φύσιν δʼ ἐβιάζετο χαλκοῦ,
πλημμύρων νοερῇσι μεληδόσιν· ὡς γὰρ ὀίω,
οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς.
Στησίχορον δʼ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα
Σικελικὴ μὲν ἔφερβε, λύρης δʼ ἐδίδαξεν Ἀπόλλων
ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα·
τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος
ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν
λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν.
χαῖρέ μοι Ἀβδήρων Δημόκριτε κῦδος ἀρούρης,
ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,
λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης·
αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους,
εὖ εἰδὼς ὅτι πάντα γέρων παραμείβεται Αἰών.
Ἡρακλέης δʼ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,
μῆλα λεοντοφόνῳ παλάμᾐ χρύσεια κομίζων,
γαίης ὄλβια δῶρα Λιβυστίδος. ἐγγύθι δʼ αὐτοῦ
Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,
φᾶρος ἐπιστείλασα κατωμαδὸν οὐ γὰρ ἐθείρας
κρηδέμνῳ συνέεργεν· ἑὰς δʼ ἀνετείνετο χεῖρας,
οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην,
Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. ἵλαθι, γαίης
Τρωϊάδος βλάστημα σακεσπάχον, ἵλαθι, λάμπων
Αἰνεία Τρώων βουληφόρε· σαῖς γὰρ ὀπωπαῖς
ἀγλαΐης πνείουσα σοφὴ. περιλείβεται αἰδώς,
θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης.