Ancient Greek · ~7 min
Book 2, lines 2.1.243-2.1.287
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 2.1.243-287
Not analysed yet
ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα· μαντιπόλου μὲν
ἱερὸν εἶδος ἔφαινεν, ἔοικε δὲ θέσπιδος ὀμφῆς
σιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνων.
Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλʼ ἔτι δεινὴν
οὔπω μῆτιν ἔπαυσε κατʼ Ἀργείων στρατιάων.
Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης
ἀμφασίης πελάγεσσιν ἐελμένος· ἦ γὰρ ἐῴκει
σκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν.
Λάμπων δʼ ἀχνυμένῳ ἐναλίγκιος ἦεν ἰδέσθαι·
οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ
τειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν.
εἱστήκει Κλυτίος μὲν ἀμήχανος· εἶχε δὲ δοιὰς
χεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης.
χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷ
κόσμον ἄγεις· δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,
εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.
ἔστενε δʼ Ἀμφιάρηος ἔχων πυριλαμπέα χαίτην
στέμματι δαφναίῳ· κρυφίην δʼ ἐλέλιζεν ἀνίην,
θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἀνδράσι Θήβη
ἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει.
ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν
μαντιπόλου γενετῆρα θεοφραδέος Πολυείδου·
εὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ.
εἶδον ἀκερσεκόμην Ἕκατον θεόν, εἶδον ἀοιδῆς
κοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην
εἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις
βόστρυχον αὐτοέλικτον· ἕλισσε δὲ μάντιν ὀπωπήν,
οἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων.
γυμνὸς δʼ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας,
μήπω πρῶτον ἴουλον ἔχων ἐκέκαστο δὲ μορφῆς
ἄνθεσι πατρῴης· πλοκάμους δʼ ἐσφίγγετο μίτρῃ·
οὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,
οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος
θαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος.
ἵστατο Σαρπηδών, Λυκίων πρόμος· ἠνορέῃ μὲν
φρικτὸς ἔην ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις
οἴνοπος ἄκρα χάρασσε γενειάδος· ἀμφὶ δὲ χαίταις
εἶχε κόρυν γυμνὸς μὲν ἔην δέμας, ἀλλʼ ἐνὶ μορφῇ
σπέρμα Διὸς σήμαινεν ἀπʼ ἀμφοτέρης γὰρ ὀπωπῆς
μαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος,
καὶ τρίτος ; εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,
καλὸς ἰδεῖν· πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις
ἀμφοτέροις· ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,
χαλκῷ κόσμον ἄγουσα· θεὸς δʼ ἐτίταινεν ὀπωπήν,
οἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων.