Ancient Greek · ~8 min
Book 2, lines 2.1.288-2.1.334
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 2.1.288-334
Not analysed yet
καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην,
φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον ἀμφὶ δὲ μαζοῖς
κεστὸς ἕλιξ κεχάλαστο, χάρις δʼ ἐνενήχετο κεστῷ.
αἰχμητὴς δʼ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς,
γυμνὸς ἐὼν σαγέων ἐδόκευε μὲν ἔγχος ἑλίσσειν
δεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν,
σχήματι τεχνήεντι· μόθου δʼ ἀπέπεμπεν ἀπειλὴν
θάρσεϊ τολμήεντι τεθηγμένος· αἱ γὰρ ὀπωπαὶ
γνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων.
ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις· ἱστάμενος δὲ
δεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου,
εἰς ὁδὸν ἀίξαι λελιημένος· εἶχε γὰρ ἤδη
δεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν
χεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς,
οἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων.
καὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης
ἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην
Αὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν.
Φοίβου δʼ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη
Ἄρτεμις, ἀλλʼ οὐ τόξον ἑκηβόλον, οὐδὲ φαρέτρην
ἰοδόκην ἀνέχουσα κατωμαδὸν ἦν δʼ ἐπὶ γούνων
παρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα,
καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις.
ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς
ἄμμορον, οὔτε νόου κεχρημένον, ἀλλʼ ἄρα μούνης
φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.
ἦ καὶ χαλκὸν ἔχευσεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς·
οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι ὅττι μιν ἀνὴρ
ἐργοπόνος χάλκευσε παρʼ ἐσχαρεῶνι θαάσσων,
ἀλλʼ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη
εἶδος ἐπισταμένη τόπερ ᾤκεεν ἐν γὰρ Ὁμήρῳ
αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.
σύννομος Ἀπόλλωνι πατὴρ ἐμός, ἰσόθεος φὼς
ἵστατο θεῖος Ὅμηρος· ἔικτο μὲν ἀνδρὶ νοῆσαι
γηραλέῳ· τὸ δὲ γῆρας ἔην γλυκύ· τοῦτο γὰρ αὐτῷ
πλειοτέρην ἔσταζε χάριν· κεκέραστο δὲ κόσμῳ
αἰδοίῳ τε φίλῳ τε· σέβας δʼ ἀπελάμπετο μορφῆς.
αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς
χαίτης, εἰσοπίσω πεφορημένος, ἀμφὶ δʼ ἀκουὰς
πλαζόμενος κεχάλαστο· κάτω δʼ εὐρύνετο πώγων
ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν
ὀξυτενής, ἀλλʼ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων
στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ.
γυμνὸν δʼ εἶχε μέτωπον, ἐπʼ ἀπλοκάμῳ δὲ μετώπῳ
ἧστο σαοφροσύνη κουροτρόφος· ἀμφὶ δʼ ἄρʼ ὀφρῦς
ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη,
οὔτι μάτην· φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί.