Ancient Greek · ~7 min
Book 2, lines 2.1.335-2.1.381
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 2.1.335-381
Not analysed yet
ἀλλʼ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι·
ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν ὡς δὲ δοκεύω,
τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη
φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων.
δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαί,
γήραϊ ῥικνήεντι κατάσχετοι ἀλλʼ ἐνὶ κείναις
αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς·
Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,
κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ
χεῖρας ἐπʼ ἀλλήλαισι τιθεὶς ἐπερείδετο ῥάβδῳ,
οἷά περ ἐν ζωοῖσιν ἑὴν δʼ ἔκλινεν ἀκουὴν
δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν,
ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δʼ ἄρα θυμῷ
σκεπτομένῳ μὲν ἔικτο, νόος δὲ οἱ ἔνθα καὶ ἔνθα
ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς,
Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.
καὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδης
ἱστάμενος· σοφίης δὲ θεουδέα κέντρα νομεύων,
οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων.
καὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ,
ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος
ἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης.
καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου,
ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνων
θυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους,
κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς.
εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις
ὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ·
πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων,
καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους,
ἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης,
μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς.
Ἀμφιτρύων δʼ ἤστραπτεν, ἀπειρογάμῳ τρίχα δάφνῃ
στεψάμενος· πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις·
ἀλλʼ οὐ μάντις ἔην Ταφίης δʼ ἐπὶ σήματι νίκης
στέμμα πολυστρέπτοισιν ἐπάρμενον εἶχεν ἐθείραις,
Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης,
Θουκυδίδης δʼ ἐλέλιξεν ἑὸν νόον ἦν δὲ νοῆσαι
οἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων
δεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων
Σπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων,
Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης.
οὐδʼ Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών,
Ἡρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν,
ὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼν
ἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις,
μίξας εὐεπίῃσιν Ἰωνίδος ἄνθεα φωνῆς.