Ancient Greek · ~5 min
Book 2, lines 2.1.382-2.1.416
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 2.1.382-416
Not analysed yet
Θήβης δʼ Ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος,
Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων
ἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος,
καὶ μέλος ἁρμονίης ἐδιδάξατο· τικτομένου γὰρ
ἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι
κηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς.
Ξεινοφόων δʼ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης,
ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων,
εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης,
ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην
συγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης.
ἵστατο δʼ Ἀλκμάων κεκλημένος οὔνομα μάντις·
ἀλλʼ οὐ μάντις ἔην ὁ βοώμενος, οὐδʼ ἐπὶ χαίτης
δάφνης εἶχε κόρυμβον· ἐγὼ δʼ Ἀλκμᾶνα δοκεύω,
ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην,
Δώριον εὐκελάδοισι μέλος χορῇσιν ὑφαίνων.
καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων,
φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων,
στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας,
σημαίνων ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου
εἴρυσεν, ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης.
κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος
ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.
τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων,
δῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης.
ἵστατο δʼ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων
θέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω,
ἀλλʼ ὃν Θρηικίῃσι παρʼ ᾐόσι γείνατο μήτηρ
Μοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν
ἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι·
κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην,
κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην.
καὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνος
πνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης
Θυμβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος Ἠχώ.