Ancient Greek · ~7 min
Book 3, lines 3.1-3.9
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 3.1-9
Not analysed yet
τάνδε Διὸς δμαθεῖσαν ἐν ὠδίνεσσι κεραυνῷ,
καλλίκομον Κάδμου παῖδα καὶ Ἁρμονίης,
ματέρα θυρσοχαρὴς ἀνάγει γόνος ἐξ Ἀχέροντος,
τὰν ἄθεον Πενθέως ὕβριν ἀμειβόμενος.
τὸν βαθὺν Ἀρκαδίης προλιπὼν πάτον εἵνεκα ματρὸς
Αὔγης, τᾶσδʼ ἐπέβην γᾶς Τεϋθραντιάδος,
Τήλεφος, Ἡρακλέους φίλος γόνος αὐτὸς ὑπάρχων,
ὄφρα μιν ἂψ ἀγάγω ἐς πέδον Ἀρκαδίης.
Ἀλκιμέδη ξύνευνον Ἀμύντορα παιδὸς ἐρύκει,
φοίνικος δʼ ἐθέλει παῦσαι χόλον γενέτου,
ὅττι περ ἤχθετο πατρὶ ʽσαόφρονος εἵνεκα μητρός,
παλλακίδος δούλης λέκτρα προσιεμένῳ·
κεῖνος δʼ αὖ δολίοις ψιθυρίσμασιν ἤχθετο κούρῳ,
ἦγε δʼ ἐς ὀφθαλμοὺς λαμπάδα παιδολέτιν,
μητρυιὰν Κλυτίος καὶ Κλυτόνοος Πολυμήδης
κτείνουσι Φρυγίην, ματρὸς ὑπὲρ σφετέρας.
Κλειοπάτρη δʼ ἐπὶ τοῖσιν ἀγάλλεται, ἣ πρὶν ἐπεῖδεν
τὰν Φινέως γαμετὰν δαμναμένην ὁσίως,
Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα,
κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι·
ὀψὲ δέ σοι πάϊς ἧκε φόνῳ γενέτῃ προσαμύνων,
καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας.
τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δʼ ἐπαρήγει,
βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα.
Γηγενέα Πυθῶνα, μεμιγμένον ἑρπετὸν ὁλκοῖς,
ἐκνεύει Λατώ, πάγχυ μυσαττομένη·
σκυλᾶν γὰρ ἐθέλει πινυτὰν θεὸν ἀλλά γε τόξῳ
θῆρα καθαιμάσσει Φοῖβος ἀπὸ σκοπιῆς·
Δελφὸν δʼ αὖ θήσει τρίπον ἔνθεον ἐκ δʼ ὅδʼ ὀδόντων
πικρὸν ἀποπνεύσει ῥοῖζον ὀδυρόμενος
Ἀμφίων καὶ Ζῆθε, Διὸς σκυλακεύματα, Δίρκην
κτείνατε τάνδʼ ὀλέτιν ματέρος Ἀντιόπας,
δέσμιον ἣν πάρος εἶχε διὰ ζηλήμονα μῆνιν·
νῦν δʼ ἱκέτις αὐτὴ λίσσετʼ ὀδυρομένη.
ᾇ γε καὶ ἐκ ταύροιο καθάπτετε δίπλακα σειρήν,
ὄφρα δέμας σύρῃ; τῆσδε κατὰ ξυλόχου.
μᾶτερ Ὀδυσσῆος πινυτόφρονος Ἀντίκλεια,
ζῶσα μὲν εἰς Ἰθάκην οὐχ ὑπέδεξο πάιν·
ἀλλά σε νῦν Ἀχέροντος ἐπὶ ῥηγμῖσι γεγῶσαν
θαμβεῖ, ἀνὰ γλυκεροὰν ματέρα δερκόμενος.
μὴ Τυρὼ τρύχοι σε περισπείρημα Σιδηροῦς
Σαλμωνεῖ γενέτᾳ τῷδʼ ὑποπτησσομένην·
οὐκέτι γὰρ δουλώσει ἐν ἕρκεσιν, ἐγγύθι λεύσσων
Νηλέα καὶ Πελίαν τούσδε καθεξομένους.