Ancient Greek · ~6 min
Book 4, lines 4.3.98-4.3.133
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 4.3.98-133
Not analysed yet
τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,
ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ
ἐλπίδες ἐθραύσθησαν ὑφʼ ἡμετέρῳ Βασιλῆι,
δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα
παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.
σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον εἰς σὲ δὲ μύθων
ἐργασίην ἤσκησα, μιῇ δʼ ὑπὸ σύζυγι βίβλῳ
ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης,
καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,
στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,
ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,
ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,
ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.
οἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης
εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.
πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,
ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς
ὡς προτέροις μακάρεσσιν ἀνειμένα· καὶ γὰρ ἐῴκει
γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.
ἀλλὰ πάλιν μετʼ ἐκεῖνα %παλαίτερον εὖχος ἀγείρει
ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,
εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης
τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.
καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου
ὅσσα θέμις, τύμβοισι τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ
ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.
ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις
γράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις,
δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.
ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,
ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς
γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη
εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην
καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ
εὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας,
καὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις.