Ancient Greek
Book 4
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 4.4
Not analysed yet
στῆλαι καὶ γραφίδες καὶ κύρβιες, εὐφροσύνης μὲν
αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης,
ἀλλʼ ἐς ὅσον ζώουσι τὰ γὰρ κενὰ κύδεα φωτῶν
ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται
ἡ δʼ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει,
κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη.
οὕτως οὔτε Πλάτων βρενθύεται οὔτʼ [ἄρʼ] Ὅμηρος
χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίῃ.
ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων,
ἀλλʼ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.