Ancient Greek · ~7 min
Book 5, lines 5.1-5.8
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.1-8
Not analysed yet
ἀρχὴν Ἔρωτα τῶν λόγων ποιήσομαι·
πυρσὸν γὰρ οὗτος ἐξανάπτει τοῖς νέοις.
τὴν καταφλεξίπολιν Σθενελαΐδα, τὴν βαρύμισθον,
τὴν τοῖς βουλομένοις χρυσὸν ἐρευγομένην
γυμνήν μοι διὰ νυκτὸς ὅλης παρέκλινεν ὄνειρος
ἄχρι φίλης ἠοῦς προῖκα χαριζομένην.
οὐκέτι γουνάσομαι τὴν βάρβαρον, οὐδʼ ἐπʼ ἐμαυτῷ
κλαύσομαι, ὕπνον ἔχων κεῖνα χαριζόμενον.
ὄρθρος ἔβη, Χρύσιλλα, πάλαι δʼ ἠῷος ἀλέκτωρ
κηρύσσων φθονερὴν Ἠριγένειαν ἄγει.
ὀρνίθων ἔρροις φθονερώτατος, ὅς με διώκεις
οἴκοθεν εἰς πολλοὺς ἠιθέων ὀάρους.
γηράσκεις, Τιθωνέ· τί γὰρ σὴν εὐνέτιν Ἠῶ
οὕτως ὀρθριδίην ἤλασας ἐκ λεχέων;
τὸν σιγῶντα, Φιλαινί, συνίστορα τῶν ἀλαλήτων
λύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου,
ἔξιθι· μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησεν
ἔμπνουν καὶ πηκτὴν κλεῖε, Φιλαινί, θύρην.
καὶ σύ, φίλη Ξανθώ, με· σὺ δʼ, ὦ φιλεράστρια κοίτη,
ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα.
ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτων
οὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ,
ἧς παρὰ νῦν λεχέεσσι μαραίνομαι, εἰς ἐπιόρκου
παντοπαθῆ κούρης αἴσχεα δερκόμενος.
Φλάκκε, σὲ δʼ ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι·
ἄμφω δʼ ἀλλήλων ἄνδιχα καιόμεθα.
ὤμοσε Καλλίγνωτος Ἰωνίδι, μήποτε κείνης
ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.
ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτι
ὅρκους. μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.
νῦν δʼ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί· τῆς δὲ ταλαίνης
νύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδʼ ἀριθμός. .
λύχνε, σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλεια
ἥξειν, κοὐχ ἥκει· λύχνε, σὺ δʼ, εἰ θεὸς εἶ,
τὴν δολίην ἀπάμυνον ὅταν φίλον ἔνδον ἔχουσα
παίζῃ, ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε.
νὺξ ἱερὴ καὶ λύχνε, συνίστορας οὔτινας ἄλλους
ὅρκοις, ἀλλʼ ὑμέας, εἱλόμεθʼ ἀμφότεροι
χὠ μὲν ἐμὲ στέρξειν, κεῖνον δʼ ἐγὼ οὔ ποτε λείψειν
ὠμόσαμεν κοινὴν δʼ εἴχετε μαρτυρίην.
νῦν δʼ ὁ μὲν μὲν ὅρκια φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι,
λύχνε, σὺ δʼ ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων.