Ancient Greek · ~7 min
Book 5, lines 5.9-5.16
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.9-16
Not analysed yet
Ῥουφῖνος τῇ μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰ
χαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.
οὐκέτι βαστάζω, μὰ τὰ σ’ ὄμματα, τὴν φιλέρημον
καὶ τὴν μουνολεχῆ σεῖο διαζυγίην
ἀλλʼ αἰεὶ δακρύοισι πεφυρμένος ἢ πὶ Κορησσὸν
ἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.
αὔριον ἀλλὰ πάτρη με δεδέξεται· ἐς δὲ σὸν ὄμμα
πτήσομαι, ἐρρῶσθαι μυρία σ’ εὐχόμενος.
ἐχθαίρω τὸν Ἔρωτα· τί γὰρ βαρὺς οὐκ ἐπὶ θῆρας
ὄρνυται, ἀλλʼ ἐπʼ ἐμὴν ἰοβολεῖ κραδίην;
τί πλέον, εἰ θεὸς ἄνδρα καταφλέγεί; ἢ τί τὸ σεμνὸν
δῃώσας ἀπʼ ἐμῆς ἆθλον ἔχει κεφαλῆς;
εἰ τοὺς ἐν πελάγει σῴζεις, Κύπρι, κἀμὲ τὸν ἐν γᾷ
ναυαγόν, φιλίη, σῶσον ἀπολλύμενον.
λουσάμενοι, Προδίκη, πυκασώμεθα, καὶ τὸν ἄκρατον
ἕλκωμεν, κύλικας μείζονας αἰρόμενοι.
βαιὸς ὁ χαιρόντων ἐστὶν βίος· εἶτα τὰ λοιπὰ
γῆρας κωλύσει, καὶ τὸ τέλος θάνατος.
ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας,
ἀλλʼ ἔτι κυανέων σύρμα μένει πλοκάμων,
κἠν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν
ἕστηκεν, μίτρης γυμνὰ περιδρομάδος,
καὶ χρὼς ἀρρυτίδωτος ἔτʼ ἀμβροσίην, ἔτι πειθὼ
πᾶσαν, ἔτι στάζει μυριάδας χαρίτων.
ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετʼ ἐρασταί,
δεῦρʼ ἴτε, τῆς ἐτέων ληθόμενοι δεκάδος.
Εὐρώπης τὸ φίλημα, καὶ ἢν ἄχρι χείλεος ἔλθῃ,
ἡδύ γε, κἂν ψαύσῃ μοῦνον ἄκρου στόματος·
ψαύει δʼ οὐκ ἄκροις τοῖς χείλεσιν, ἀλλʼ ἐρίσασα
τὸ στόμα τὴν ψυχὴν ἐξ ὀνύχων ἀνάγει.
ποῦ νῦν Πραξιτέλης; ποῦ δʼ αἱ χέρες αἱ Πολυκλείτου,
αἱ ταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι ;
τίς πλοκάμους Μελίτης εὐώδεας, ἢ πυρόεντα
ὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται;
ποῦ πλάσται; ποῦ δʼ εἰσὶ λιθοξόοι; ἔπρεπε τοίῃ
μορφῇ νηὸν ἔχειν, ὡς μακάρων ξοάνῳ.
μήνη χρυσόκερως, δέρκευ τάδε, καὶ περιλαμπεῖς
ἀστέρες, οὓς κόλποις Ὠκεανὸς δέχεται,
ὥς με μόνον προλιποῦσα μυρόπνοος ᾤχετʼ Ἀρίστη·
ἑκταίην δʼ εὑρεῖν τὴν μάγον οὐ δύναμαι.
ἀλλʼ ἔμπης αὐτὴν ζωγρήσομεν, ἢν ἐπιπέμψω
Κύπριδος ἰχνευτὰς ἀργυρέους σκύλακας.