Ancient Greek · ~7 min
Book 5, lines 5.101-5.108
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.101-108
Not analysed yet
α. χαῖρε κόρη. β. καὶ δὴ σύ. α. τίς ἡ προιοῦσα; β. τί πρὸς σέ;
α. οὐκ ἀλόγως ζητῶ. β. δεσπότις ἡμετέρη.
α. ἐλπίζειν ἔστι; β. ζητεῖς δέ τί; α. νύκτα. β. φέρεις τι;
α. χρυσίον. β. Εὑθύμει. α. καὶ τόσον. β. οὐ δύνασαι.
τὴν ἰσχνὴν Διόκλειαν, ἀσαρκοτέρην Ἀφροδίτην,
ὄψεαι, ἀλλὰ καλοῖς ἤθεσι τερπομένην.
οὐ πολύ μοι τὸ μεταξὺ γενήσεται· ἀλλʼ ἐπὶ λεπτὰ
στέρνα πεσὼν, ψυχῆς κείσομαι ἐγγυτάτω.
μέχρι τίνος, Προδίκη, παρακλαύσομαι; ἄχρι τίνος σε
γουνάσομαι, στερεή, μηδὲν ἀκουόμενος;
ἤδη καὶ λευκαί σοι ἐπισκιρτῶσιν ἔθειραι,
καὶ τάχα μοι δώσεις ὡς Ἑκάβη Πριάμῳ.
αἶρε τὰ δίκτυα ταῦτα, κακόσχολε, μηδʼ ἐπίτηδες
ἰσχίον ἐρχομένη σύστρεφε, Λυσιδίκη.
εὖ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος,
πάντα δέ σου βλέπεται γυμνά, καὶ οὐ βλέπεται.
εἰ τόδε σοι χαρίεν καταφαίνεται, αὐτὸς ὁμοίως
ὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω.
ἄλλος ὁ Μηνοφίλας λέγεται παρὰ μαχλάσι κόσμος,
ἄλλος, ἐπεὶ πάσης γεύεται ἀκρασίης.
ἀλλʼ ἴτε Χαλδαῖοι κείνης πέλας· ἦ γὰρ ὁ ταύτης
οὐρανὸς ἐντὸς ἔχει καὶ κύνα καὶ διδύμους.
γραῖα, φίλη θρέπτειρα, τί μου προσιόντος ὑλακτεῖς,
καὶ χαλεπὰς βάλλεις δὶς τόσον εἰς ὀδύνας;
παρθενικὴν γὰρ ἄγεις περικαλλέα, τῆς ἐπιβαίνων
ἴχνεσι τὴν ἰδικὴν οἶμον ἴδʼ ὡς φέρομαι,
εἶδος ἐσαυγάζων μοῦνον γλυκύ. τίς φθόνος ὄσσων,
δύσμορε; καὶ μορφὰς ἀθανάτων βλέπομεν.
“γινώσκω, χαρίεσσα, φιλεῖν πάνυ τὸν φιλέοντα,
καὶ πάλι γινώσκω τόν με δακόντα δακεῖν
μὴ λύπει με λίην στέργοντά σε, μηδʼ ἐρεθίζειν
τὰς βαρυοργήτους σοι θέλε Πιερίδας.”
τοῦτʼ ἐβόων αἰεὶ καὶ προὔλεγον ἀλλʼ ἴσα πόντῳ
Ἰονίῳ μύθων ἔκλυες ι; ἡμετέρων.
τοιγὰρ νῦν σὺ μὲν ὧδε μέγα κλαίουσα βαΰζεις·
ἡμεῖς δʼ ἐν κόλποις ἥμεθα Ναϊάδος.
δειλαίη, τί σε πρῶτον ἔπος, τί δὲ δεύτατον εἴπω;
δειλαίη· τοῦτʼ ἐν παντὶ κακῷ ἔτυμον.
οἴχεαι, ὦ χαρίεσσα γύναι, καὶ ἐς εἴδεος ὥρην
ἄκρα καὶ εἰς ψυχῆς ἦθος ἐνεγκαμένη.
πρώτη σοι ὄνομʼ ἔσκεν ἐτήτυμον ἦν γὰρ ἅπαντα
δεύτερʼ ἀμιμήτων τῶν ἐπὶ σοὶ χαρίτων.