Ancient Greek · ~7 min
Book 5, lines 5.109-5.115
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.109-115
Not analysed yet
δραχμῆς Εὐρώπην τὴν Ἀτθίδα, μήτε φοβηθεὶς
μηδένα, μήτʼ ἄλλως ἀντιλέγουσαν, ἔχε,
καὶ στρωμνὴν παρέχουσαν ἀμεμφέα, χὠπότε χειμών,
ἄνθρακας. ἦ ῥα μάτην, Ζεῦ φίλε, βοῦς ἐγένου.
ἔγχει Λυσιδίκης κυάθους δέκα, τῆς δὲ ποθεινῆς
Εὐφράντης ἕνα μοι, λάτρι, δίδου κύαθον.
φήσεις Λυσιδίκην με φιλεῖν πλέον. οὐ μὰ τὸν ἡδὺν
Βάκχον, ὃν ἐν ταύτῃ λαβροποτῶ κύλικι·
ἀλλά μοι Εὐφράντη μία πρὸς δέκα· καὶ γὰρ ἀπείρους
ἀστέρας ἓν μήνης φέγγος ὑπερτίθεται.
εἶπον ἐγὼ καὶ πρόσθεν, ὅτʼ ἦν ἔτι φίλτρα Τερείνης
νήπια, Συμφλέξει πάντας ἀεξομένη.
οἱ δʼ ἐγέλων τὸν μάντιν. ἴδʼ, ὁ χρόνος ὃν ποτʼ ἐφώνουν,
οὗτος· ἐγὼ δὲ πάλαι τραύματος ᾐσθανόμην.
καὶ τί πάθω; λεύσσειν μέν, ὅλαι φλόγες· ἢν δʼ ἀπονεύσω,
φροντίδες· ἢν δʼ αἰτῶ, παρθένος. οἰχόμεθα.
ἠράσθην τίς δʼ οὐχί; κεκώμακα· τίς δʼ ἀμύητος
κώμων; ἀλλʼ ἐμάνην ἐκ τίνος; οὐχὶ θεοῦ;
ἐρρίφθω· πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνης
θρὶξ ἤδη, συνετῆς ἄγγελος ἡλικίης.
καὶ παίζειν ὅτε καιρός, ἐπαίξαμεν ἡνίκα καὶ νῦν
οὐκέτι, λωϊτέρης φροντίδος ἁψόμεθα.
ἠράσθης πλουτῶν, Σωσίκρατες· ἀλλὰ πένης ὢν
οὐκέτʼ ἐρᾷς· λιμὸς φάρμακον οἷον ἔχει.
ἡ δὲ πάρος σε καλεῦσα μύρον καὶ τερπνὸν Ἄδωνιν
Μηνοφίλα, νῦν σου τοὔνομα πυνθάνεται,
τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πτόλις; ἦ μόλις ἔγνως
τοῦτʼ ἔπος, ὡς οὐδεὶς οὐδὲν ἔχοντι φίλος.
ἡ χαλεπὴ κατὰ πάντα Φιλίστιον, ἡ τὸν ἐραστὴν
μηδέποτʼ ἀργυρίου χωρὶς ἀνασχομένη,
φαίνετʼ ἀνεκτοτέρη νῦν ἢ πάρος. οὐ μέγα θαῦμα
φαίνεσθʼ ἠλλάχθαι τὴν φύσιν οὐ δοκέω.
καὶ γὰρ πρηϋτέρη ποτὲ γίνεται ἀσπὶς ἀναιδής;
δάκνει δʼ οὐκ ἄλλως ἢ θανατηφορίην.
ἠράσθην Δημοῦς Παφίης γένος· οὐ μέγα θαῦμα
καὶ Σαμίης Δημοῦς δεύτερον οὐχὶ μέγα·
καὶ πάλι Ναξιακῆς Δημοῦς τρίτον οὐκέτι ταῦτα
παίγνια· καὶ Δημοῦς τέτρατον Ἀργολίδος.
αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον,
ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχει με πόθος.