Ancient Greek · ~7 min
Book 5, lines 5.89-5.100
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.89-100
Not analysed yet
οὐκ ἔσθʼ οὗτος ἔρως, εἴ τις καλὸν εἶδος ἔχουσαν
βούλετʼ ἔχειν, φρονίμοις ὄμμασι πειθόμενος·
ἀλλʼ ὅστις κακόμορφον ἰδών, τετορημένος ἰοῖς
στέργει, μαινομένης ἐκ φρενὸς αἰθόμενος,
οὗτος ἔρως, πῦρ τοῦτο· τὰ γὰρ καλὰ πάντας ὁμοίως
τέρπει τοὺς κρίνειν εἶδος ἐπισταμένους.
πέμπω σοι μύρον ἡδύ, μύρῳ τὸ μύρον θεραπεύων,
ὡς Βρομίῳ σπένδων νᾶμα τὸ τοῦ Βρομίου.
πέμπω σοι μύρον ἡδύ, μύρῳ παρέχων χάριν, οὐ σοί·
αὐτὴ γὰρ μυρίσαι καὶ τὸ μύρον δύνασαι,
ὑψοῦται Ῥοδόπη τῷ κάλλεϊ· κἤν ποτε “χαῖρε”
εἴπω, ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο.
ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι,
ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσιν.
ὦ ῥυτίδες, καὶ γῆρας ἀνηλεές, ἔλθετε θᾶσσον,
σπεύσατε· κἂν ὑμεῖς πείσατε τὴν Ῥοδόπην,
ὥπλισμαι πρὸς ; ἔρωτα περὶ στέρνοισι λογισμόν,
οὐδέ με νικήσει, μοῦνος ἐὼν πρὸς ἕνα·
θνατὸς δʼ ἀθανάτῳ συστήσομαι·
ἢν δὲ βοηθὸν
Βάκχον ἔχῃ, τί μόνος πρὸς δύʼ ἐγὼ δύναμαι;
ὄμματʼ ἔχεις Ἥρης, Μελίτη, τὰς χεῖρας Ἀθήνης,
τοὺς μαζοὺς Παφίης, τὰ σφυρὰ τῆς Θέτιδος.
εὐδαίμων ὁ βλέπων σε· ; τρισόλβιος ὅστις ἀκούει·
ἡμίθεος δʼ ὁ φιλῶν ἀθάνατος δʼ ὁ γαμῶν.
Τέσσρες αἱ Χάριτες, Παφίαι δύο, καὶ δέκα Μοῦσαι·
Δερκυλὶς ἐν πάσαις Μοῦσα, Χάρις, Παφίη.
ἰξὸν ἔχεις τὸ φίλημα, τὰ δʼ ὄμματα, Τιμάριον, πῦρ·
ἢν ἐσίδῃς, καίεις· ἢν δὲ θίγῃς, δέδεκας.
εἰ μὲν ἐπʼ ἀμφοτέροισιν, Ἔρως, ἴσα τόξα τιταίνεις,
εἶ θεός· εἰ δὲ ῥέπεις πρὸς μέρος, οὐ θεὸς εἶ.
Ὁπλίζευ, Κύπρι, τόξα, καὶ εἰς σκοπὸν ἥσυχος ἐλθὲ
ἄλλον ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.
ἤθελον, ὦ κιθαρῳδέ, παραστάς, ὡς κιθαρίζεις,
τὴν ὑπάτην κροῦσαι, τήν τε μέσην χαλάσαι.
εἲ μοί τις μέμφοιτο, δαείς ὅτι λάτρις Ἔρωτος
φοιτῶ, θηρευτὴν ὄμμασιν ἰξὸν ἔχων,
εἰδείη καὶ Ζῆνα, καὶ Ἄϊδα, τόν τε θαλάσσης
σκηπτοῦχον, μαλερῶν δοῦλον ἐόντα Πόθων,
εἰ δὲ θεοὶ τοιοίδε, θεοῖς δʼ ἐνέπουσιν ἕπεσθαι
ἀνθρώπους, τί θεῶν ἔργα μαθὼν ἀδικῶ;