Ancient Greek · ~7 min
Book 5, lines 5.116-5.125
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.116-125
Not analysed yet
θῆλυς ἔρως κάλλιστος ἐνὶ θνητοῖσι τέτυκται,
ὅσσοις ἐς φιλίην σεμνὸς ἔνεστι νόος.
εἰ δὲ καὶ ἀρσενικὸν στέργεις πόθον, οἶδα διδάξαι
φάρμακον, ᾧ παύσεις τὴν δυσέρωτα νόσον.
στρέψας Μηνοφίλαν εὐίσχιον, ἐν φρεσὶν ἔλπου
αὐτὸν ἔχειν κόλποις ἄρσενα Μηνόφιλον.
θερμαίνει μʼ ὁ καλὸς Κορνήλιος· ἀλλὰ φοβοῦμαι
τοῦτο τὸ φῶς, ἤδη πῦρ μέγα γιγνόμενον.
Ἰσιὰς ἡδύπνευστε, καὶ εἰ δεκάκις μύρον ὄσδεις,
ἔγρεο καὶ δέξαι χερσὶ φίλαις στέφανον,
ὃν νῦν μὲν θάλλοντα, μαραινόμενον δὲ πρὸς ἠῶ
ὄψεαι, ὑμετέρης σύμβολον ἡλικίης.
κἢν ῥίψῃς ἐπὶ λαιά, καὶ ἢν ἐπὶ δεξιὰ ῥίψῃς,
Κριναγόρη, κενεοῦ σαυτὸν ὕπερθε λέχους,
εἰ μή σοι χαρίεσσα παρακλίνοιτο Γέμελλα,
γνώσῃ κοιμηθεὶς οὐχ ὕπνον, ἀλλὰ κόπον.
καὶ νυκτὸς μεσάτης τὸν ἐμὸν κλέψασα σύνευνον
ἦλθον, καὶ πυκινῇ τεγγομένη ψακάδι.
τοὔνεκʼ ἐν ἀπρήκτοισι καθήμεθα, κοὐχὶ λαλεῦντες
εὕδομεν, ὡς εὕδειν τοῖς φιλέουσι θέμις;
Μικκὴ καὶ μελανεῦσα Φιλαίνιον, ἀλλὰ σελίνων
οὐλοτέρη, καὶ μνοῦ χρῶτα τερεινοτέρη,
καὶ κεστοῦ φωνεῦσα μαγώτερα, καὶ παρέχουσα
πάντα, καὶ αἰτῆσαι πολλάκι φειδομένη·
τοιαύτην στέργοιμι Φιλαίνιον, ἄχρις ἂν εὕρω
ἄλλην, ὦ χρυσέη Κύπρι, τελειοτέρην.
μὴ σύ γε, μηδʼ εἴ τοι πολὺ φέρτερος εἴδεται ὄσσων
ἀμφοτέρων, κλεινοῦ κοῦρε Μεγιστοκλέους,
κἢν στίλβῃ Χαρίτεσσι λελουμένος, ἀμφιδονοίης
τὸν καλὸν οὐ γὰρ ὁ παῖς ἤπιος οὐδʼ ἄκακος,
ἀλλὰ μέλων πολλοῖσι, καὶ οὐκ ἀδίδακτος ἐρώτων.
τὴν φλόγα ῥιπίζειν δείδιθι, δαιμόνιε.
Νυκτερινή, δίκερως, φιλοπάννυχε, φαῖνε, Σελήνη,
φαῖνε, διʼ εὐτρήτων βαλλομένη θυρίδων
αὔγαζε χρυσέην Καλλίστιον ἐς τὰ φιλεύντων
ἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ.
ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα, Σελήνη·
καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων.
οὔπω σοι καλύκων γυμνὸν θέρος, οὐδὲ μελαίνει
βότρυς ὁ παρθενίους πρωτοβολῶν χάριτας·
ἀλλʼ ἤδη θοὰ τόξα νέοι θήγουσιν Ἔρωτες,
Λυσιδίκη, καὶ πῦρ τύφεται ἐγκρύφιον.
φεύγωμεν, δυσέρωτες, ἕως βέλος οὐκ ἐπὶ νευρῇ·
μάντις ἐγὼ μεγάλης αὐτίκα πυρκαϊῆς.
οὐ μέλλω ῥεύσειν χρυσός ποτε· βοῦς δὲ γένοιτο
ἄλλος, χὠ μελίθρους κύκνος ἐπῃόνιος.
Ζηνὶ φυλασσέσθω τάδε παίγνια· τῇ δὲ Κορίννῃ
τοὺς ὀβολοὺς δώσω τοὺς δύο, κοὐ πέτομαι.