Ancient Greek · ~7 min
Book 5, lines 5.126-5.132
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.126-132
Not analysed yet
πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα,
καὶ βινεῖ φρίσσων, καὶ μὰ τὸν οὐδὲ καλὴν
πέντε δʼ ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ,
καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς.
πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω, ἢ τό γε λοιπὸν
τοὺς κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν.
παρθένον Ἀλκίππην ἐφίλουν μέγα, καί ποτε πείσας
αὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ.
ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο, μή τις ἐπέλθῃ,
μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσοτέρων.
μητέρα δʼ οὐκ ἔλαθεν κείνης λάλον ἀλλʼ ἐσιδοῦσα
ἐξαπίνης, Ἑρμῆς κοινός, ἔφη. θύγατερ.
στέρνα περὶ στέρνοις, μαστῷ δʼ ἔπι μαστὸν ἐρείσας,
χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας
Ἀντιγόνης, καὶ χρῶτα λαβὼν πρὸς χρῶτα, τὰ λοιπὰ
σιγῶ, μάρτυς ἐφʼ οἷς λύχνος ἐπεγράφετο.
τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοις
σχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων,
αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται, οὐδʼ ὅτι βάλλει
τὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας·
ἀλλʼ ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαι
οἶδε, καὶ οὐ φεύγει γηραλέας ῥυτίδας.
γλωττίζει, κνίζει, περιλαμβάνει· ἢν δʼ ἐπιρίψῃ
τὸ σκέλος, ἐξ ᾅδου τὴν κορύνην ἀνάγει.
τί στυγνή; τί ταῦτα κόμης εἰκαῖα, Φιλαινί,
σκύλματα, καὶ νοτερῶν σύγχυσις ὀμματίων;
μὴ τὸν ἐραστὴν εἶδες ἔχονθʼ ὑποκόλπιον ἄλλην;
εἶπον ἐμοί· λύπης φάρμακʼ ἐπιστάμεθα.
δακρύεις, οὐ φὴς δέ· μάτην ἀρνεῖσθʼ ἐπιβάλλῃ·
ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι.
ψαλμός, καὶ λαλιή, καὶ κωτίλον ὄμμα, καὶ ᾠδὴ
Ξανθίππης, καὶ πῦρ ἄρτι καταρχόμενον,
ὦ ψυχή, φλέξει σε· τὸ δʼ ἐκ τίνος, ἢ πότε, καὶ πῶς,
οὐκ οἶδα· γνώσῃ, δύσμορε, τυφομένη.
ὦ ποδός, ὦ κνήμης, ὦ τῶν ἀπόλωλα δικαίως
μηρῶν, ὦ γλουτῶν, ὦ κτενός, ὦ λαγόνων,
ὦ ὤμοιν, ὦ μαστῶν, ὦ τοῦ ῥαδινοῖο τραχήλου,
ὦ χειρῶν, ὦ τῶν μαίνομαι ὀμματίων,
ὦ κατατεχνοτάτου κινήματος, ὦ περιάλλων
γλωττισμῶν, ὦ τῶν θῦʼ ἐμὲ φωναρίων.
εἰ δʼ Ὀπικὴ καὶ Φλῶρα καὶ οὐκ ᾄδουσα τὰ Σαπφοῦς,
καὶ Περσεὺς Ἰνδῆς ἠράσατʼ Ἀνδρομέδης.