Ancient Greek · ~7 min
Book 5, lines 5.133-5.142
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.133-142
Not analysed yet
Ὤμοσ’ ἐγώ, δύο νύκτας ἀφʼ Ἡδυλίου, Κυθέρεια,
σὸν κράτος, ἡσυχάσειν ὡς δοκέω δʼ, ἐγέλας,
τοὐμὸν ἐπισταμένη τάλανος κακὸν οὐ γὰρ ὑποίσω
τὴν ἑτέρην, ὅρκους δʼ εἰς ἀνέμους τίθεμαι.
αἱροῦμαι δʼ ἀσεβεῖν κείνης χάριν, ἢ τὰ σὰ τηρῶν
ὅρκιʼ ἀποθνῄσκειν, πότνιʼ, ὑπʼ εὐσεβίης.
Κεκροπὶ ῥαῖνε λάγυνε πολύδροσον ἰκμάδα Βάκχου,
ῥαῖνε· δροσιζέσθω συμβολικὴ πρόποσις.
σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος, ἅ τε Κλεάνθους
μοῦσα μέλοι δʼ ἡμῖν ὁ γλυκύπικρος ἔρως.
στρογγύλη, εὐτόρνευτε, μονούατε, μακροτράχηλε,
ὑψαύχην, στεινῷ φθεγγομένη στόματι,
Βάκχου καὶ Μουσέων ἱλαρὴ λάτρι καὶ Κυθερείης,
ἡδύγελως, τερπνὴ συμβολικῶν ταμίη,
τίφθʼ ὁπόταν νήφω, μεθύεις σύ μοι, ἢν δὲ μεθυσθῶ,
ἐκνήφεις; ἀδικεῖς συμποτικὴν φιλίην.
ἔγχει, καὶ πάλιν εἰπέ, πάλιν, πάλιν Ἡλιοδώρας
εἰπέ, σὺν ἀκρήτῳ τὸ γλυκὺ μίσγʼ ὄνομα·
καί μοι τὸν βρεχθέντα μύροις καὶ χθιζὸν ἐόντα,
μναμόσυνον κείνας ἀμφιτίθει στέφανον.
δακρύει φιλέραστον ἰδοὺ ῥόδον, οὕνεκα κείναν
ἄλλοθι, κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.
ἔγχει τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας,
καὶ πάλι τᾶς αὐτᾶς ἁδυλόγω Χάριτος.
αὐτὰ γὰρ μίʼ ἐμοὶ γράφεται θεός, ἇς τὸ ποθεινὸν
οὔνομʼ ἐν ἀκρήτῳ συγκεράσας πίομαι.
ἵππον Ἀθήνιον ᾖσεν ἐμοὶ κακόν ἐν πυρὶ πᾶσα
Ἴλιος ἦν, κἀγὼ κείνῃ ἅμʼ ἐφλεγόμαν,
οὐ δείσας Δαναῶν δεκέτη πόνον ἐν δʼ ἑνὶ φέγγει
τῷ τότε καὶ Τρῶες κἀγὼ ἀπωλόμεθα.
ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις,
Ζηνοφίλα, ναὶ Πᾶνʼ ,ἁδὺ κρέκεις τι μέλος.
ποῖ σε φύγω; πάντῃ με περιστείχουσιν Ἔρωτες,
οὐδʼ ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον.
ἢ γάρ μοι μορφὰ βάλλει πόθον, ἢ πάλι μοῦσα,
ἢ χάρις, ἢ τί λέγω; πάντα πυρὶ φλέγομαι.
Ἡδυμελεῖς Μοῦσαι σὺν πηκτίδι, καὶ λόγος ἔμφρων
σὺν Πειθοῖ, καὶ Ἔρως Κάλλος ὑφηνιοχῶν,
Ζηνοφίλα, σαὶ σκῆπτρα Πόθων ἀπένειμαν, ἐπεί σοι
αἱ τρισσαὶ Χάριτες τρεῖς ἔδοσαν χάριτας.
ναὶ τὸν Ἔρωτα, θέλω τὸ παρʼ οὔασιν Ἡλιοδώρας·
φθέγμα κλύειν ἢ τᾶς Λατοΐδεω κιθάρας.
τίς, ῥόδον ὁ στέφανος Διονυσίου, ἢ ῥόδον αὐτὸς
τοῦ στεφάνου; δοκέω, λείπεται ὁ στέφανος.