Ancient Greek · ~7 min
Book 5, lines 5.143-5.151
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.143-151
Not analysed yet
ὁ στέφανος περὶ κρατὶ μαραίνεται Ἡλιοδώρας
αὐτὴ δʼ ἐκλάμπει τοῦ στεφάνου στέφανος.
ἤδη λευκόιον θάλλει, θάλλει δὲ φίλομβρος
νάρκισσος, θάλλει δʼ οὐρεσίφοιτα κρίνα
ἤδη δʼ ἡ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος,
Ζηνοφίλα Πειθοῦς ἡδὺ τέθηλε ῥόδον.
λειμῶνες, τί μάταια κόμαις ἔπι φαιδρὰ γελᾶτε;
ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων.
αὐτοῦ μοι στέφανοι παρὰ δικλίσι ταῖσδε κρεμαστοὶ
μίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι,
οὓς δακρύοις κατέβρεξα· κάτομβρα γὰρ ὄμματʼ ἐρώντων
ἀλλʼ, ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης,
στάξαθʼ ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν %ἄμεινον
ἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα.
τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναις
ἄρτι ποτεπλάσθη, κἦτι μύροισι νοτεῖ
εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,
ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.
Πλέξω λευκόιον, πλέξω δʼ ἁπαλὴν ἅμα μύρτοις
νάρκισσον, πλέξω καὶ τὰ γελῶντα κρίνα,
πλέξω καὶ κρόκον ἡδὺν ἐπιπλέξω δʼ ὑάκινθον
πορφυρέην, πλέξω καὶ φιλέραστα ῥόδα,
ὡς ἂν ἐπὶ κροτάφοις μυροβοστρύχου Ἡλιοδώρας
εὐπλόκαμον χαίτην ἀνθοβολῇ στέφανος.
φαμὶ ποτʼ ἐν μύθοις τὰν εὔλαλον Ἡλιοδώραν
νικάσειν αὐτὰς τὰς Χάριτας χάρισιν.
τίς μοι Ζηνοφίλαν λαλιὰν παρέδειξεν ἑταίραν;
τίς μίαν ἐκ τρισσῶν ἤγαγέ μοι Χάριτα;
ἦ ῥʼ ἐτύμως ἁνὴρ κεχαρισμένον ἄνυσεν ἔργον,
δῶρα διδούς, καὐτὰν τὰν Χάριν ἐν χάριτι.
Ὡμολόγησ’ ἥξειν εἰς νύκτα μοι ἡ πιβόητος
Νικώ, καὶ σεμνὴν ὤμοσε Θεσμοφόρον
κοὐχ ἥκει, φυλακὴ δὲ παροίχεται. ἆρʼ ἐπιορκεῖν
ἤθελε; τὸν λύχνον, παῖδες, ἀποσβέσατε.
Ὀξυβόαι κώνωπες, ἀναιδέες, αἵματος ἀνδρῶν
σίφωνες, νυκτὸς κνώδαλα διπτέρυγα,
βαιὸν Ζηνοφίλαν, λίτομαι, πάρεθʼ ἥσυχον ὕπνον
εὕδειν, τἀμὰ δʼ ἰδοὺ σαρκοφαγεῖτε μέλη,
καίτοι πρὸς τί μάτην αὐδῶ; καὶ θῆρες ἄτεγκτοι
τέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι.
ἀλλʼ ἔτι νῦν προλέγω, κακὰ θρέμματα, λήγετε τόλμης,
ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν.