Ancient Greek · ~7 min
Book 5, lines 5.152-5.162
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.152-162
Not analysed yet
Πταίης μοι, κώνωψ, ταχὺς ἄγγελος, οὔασι δʼ ἄκροις
Ζηνοφίλας ψαύσας προσψιθύριζε τάδε·
ἄγρυπνος “μίμνει σε· σὺ δʼ, ὦ λήθαργε φιλούντων,
εὕδεις.” εἶα, πέτευ; ναί, φιλόμουσε, πέτευ·
ἥσυχα δὲ φθέγξαι, μὴ καὶ σύγκοιτον ἐγείρας
κινήσῃς ἐπʼ ἐμοὶ ζηλοτύπους ὀδύνας,
ἢν δʼ ἀγάγῃς τὴν παῖδα, δορᾷ στέψω σε λέοντος,
κώνωψ, καὶ δώσω χειρὶ φέρειν ῥόπαλον.
Νικαρέτης τὸ πόθοισι βεβαμμένον ἡδὺ πρόσωπον,
πυκνὰ διʼ ὑψορόφων φαινόμενον θυρίδων,
αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροις ἐμάραναν,
Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί.
ναὶ τὰν νηξαμέναν χαροποῖς ἐνὶ κύμασιν Κύπριν,
ἔστι καὶ ἐκ μορφᾶς ἁ Τρυφέρα τρυφερά.
ἐντὸς ἐμῆς κραδίης τὴν εὔλαλον Ἡλιοδώραν
ψυχὴν τῆς ψυχῆς αὐτὸς ἔπλασσεν Ἔρως.
ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνης
ὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν.
τρηχὺς ὄνυξ ὑπʼ Ἔρωτος ἀνέτραφες Ἡλιοδώρας·
ταύτης γὰρ δύνει κνίσμα καὶ ἐς κραδίην.
Ἑρμιόνῃ πιθανᾖ ποτʼ ἐγὼ συνέπαιζον, ἐχούσῃ
ζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη,
χρύσεα γράμματʼ ἔχον διόλου δʼ ἐγέγραπτο, “φίλει με·
καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μʼ ἕτερος.”
Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἳ ποτʼ ἐρασταί,
σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν.
ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν
καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.
Δημὼ λευκοπάρειε, σὲ μέν τις ἔχων ὑπόχρωτα
τέρπεται· ἁ δʼ ἐν ἐμοὶ νῦν στενάχει κραδία.
εἰ δέ σε σαββατικὸς κατέχει πόθος, οὐ μέγα θαῦμα·
ἔστι καὶ ἐν ψυχροῖς σάββασι θερμὸς ἔρως.
Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους
γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι,
Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕνʼ ἑκάστη,
γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον.
ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης
φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.
ἡ λαμυρὴ μʼ ἔτρωσε Φιλαίνιον εἰ δὲ τὸ τραῦμα
μὴ σαφές, ἀλλʼ ὁ πόνος δύεται εἰς ὄνυχα.
οἴχομʼ, Ἔρωτες, ὄλωλα, διοίχομαι· εἰς γὰρ ἑταίραν
νυστάζων ἐπέβην, οἶδʼ, ἔθιγον τʼ Ἀίδα.