Ancient Greek · ~7 min
Book 5, lines 5.163-5.170
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.163-170
Not analysed yet
Ἀνθοδίαιτε μέλισσα, τί μοι χροὸς Ἡλιοδώρας
ψαύεις, ἐκπρολιποῦσ’ εἰαρινὰς κάλυκας;
ἦ σύ γε μηνύεις ὅτι καὶ γλυκὺ καὶ δυσύποιστον,
πικρὸν ἀεὶ κραδίᾳ, κέντρον Ἔρωτος ἔχει;
ναὶ δοκέω, τοῦτʼ εἶπας. ἰώ, φιλέραστε, παλίμπους
στεῖχε· πάλαι τὴν σὴν οἴδαμεν ἀγγελίην.
νύξ· σὲ γὰρ οὐκ ἄλλην μαρτύρομαι, οἷά μʼ ὑβρίζει
Πυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτις·
κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα. ταὐτὰ παθοῦσα
σοὶ μέμψαιτʼ ἔτʼ ἐμοῖς στᾶσα παρὰ προθύροις,
ἓν τόδε, παμμήτειρα θεῶν, λίτομαί σε, φίλη Νύξ,
ναὶ λίτομαι, κώμων σύμπλανε, πότνια Νύξ,
εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώρας
θάλπεται, ὑπναπάτῃ χρωτὶ χλιαινόμενος,
κοιμάσθω μὲν λύχνος· ὁ δʼ ἐν κόλποισιν ἐκείνης
ῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων.
ὦ Νύξ, ὦ φιλάγρυπνος ἐμοὶ πόθος Ἡλιοδώρας,
καὶ †σκολιῶν ὄρθρων κνίσματα δακρυχαρῆ,
ἆρα μένει στοργῆς ἐμὰ λείψανα, καὶ τὸ φίλημα
μνημόσυνον ψυχρᾷ θάλπετʼ ἐν εἰκασίᾳ;
ἆρά γʼ ἔχει σύγκοιτα τὰ δάκρυα, κἀμὸν ὄνειρον
ψυχαπάτην στέρνοις ἀμφιβαλοῦσα φιλεῖ;
ἢ νέος ἄλλος ἔρως, νέα παίγνια; μήποτε, λύχνε,
ταῦτʼ ἐσίδῃς, εἴης δʼ ἧς παρέδωκα φύλαξ.
ὑετὸς ἦν καὶ νύξ, καὶ τὸ τρίτον ἄλγος ἔρωτι,
οἶνος· καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος.
ἀλλʼ ὁ καλὸς Μόσχος πλέον ἴσχυεν. “αἰ σὺ γὰρ οὕτως
ἤλυες, οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας.”
τῇδε τοσαῦτʼ ἐβόησα βεβρεγμένος· “ἄχρι τίνος, Ζεῦ;
Ζεῦ φίλε, σίγησον καὐτὸς ἐρᾶν ἔμαθες.”
καὶ πυρὶ καὶ νιφετῷ με καί, εἰ βούλοιο, κεραυνῷ
βάλλε, καὶ εἰς κρημνοὺς ἕλκε καὶ εἰς πελάγη·
τὸν γὰρ ἀπαυδήσαντα πόθοις καὶ Ἔρωτι δαμέντα
οὐδὲ Διὸς τρύχει πῦρ ἐπιβαλλόμενον.
ἡδὺ θέρους διψῶντι χιὼν ποτόν ἡδὺ δὲ ναύταις
ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν ζέφυρον·
ἥδιον δʼ ὁπόταν κρύψῃ] μία τοὺς φιλέοντας
χλαῖνα, καὶ αἰνῆται Κύπρις ὑπʼ ἀμφοτέρων.
ἅδιον οὐδὲν ἔρωτος, ἃ δʼ ὄλβια, δεύτερα πάντα
ἐστὶν ἀπὸ στόματος δʼ ἔπτυσα καὶ τὸ μέλι.
τοῦτο λέγει Νοσσίς· τίνα δʼ ἁ Κύπρις οὐκ ἐφίλασεν,
οὐκ οἶδεν κήνα γʼ ἄνθεα ποῖα ῥόδα.