Ancient Greek · ~5 min
Book 5, lines 5.250-5.254
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.250-254
Not analysed yet
ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος· ἡδὺ κατʼ αὖ τῶν
ἠπιοδινήτων δάκρυ χέει βλεφάρων.
χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκλιδὸν ὤμῳ
ἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη·
μυρομένην δʼ ἐφίλησα· τὰ δʼ ὡς δροσερῆς ἀπὸ πηγῆς
δάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων.
εἶπε δʼ ἀνειρομένῳ, τίνος εἵνεκα δάκρυα λείβεις;
δείδια μή με λίπῃς· ἐστὲ γὰρ ὁρκαπάται.
ὄμματα δινεύεις κρυφίων ἰνδάλματα πυρσῶν,
χείλεα δʼ ἀκροβαφῆ λοξὰ παρεκτανύεις,
καὶ πολὺ κιχλίζουσα σοβεῖς εὐβόστρυχον αἴγλην,
ἐκχυμένας δʼ ὁρόω τὰς σοβαρὰς παλάμας.
ἀλλʼ οὐ σῆς κραδίης ὑψαύχενος ὤκλασεν ὄγκος·
οὔπω ἐθηλύνθης, οὐδὲ μαραινομένη.
ῥίψωμεν, χαρίεσσα, τὰ φάρεα· γυμνὰ δὲ γυμνοῖς
ἐμπελάσει γυίοις γυῖα περιπλοκάδην·
μηδὲν ἔοι τὸ μεταξύ· Σεμιράμιδος γὰρ ἐκεῖνο
τεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθεν
στήθεα δʼ ἐζεύχθω, τὰ [τε] χείλεα· τἆλλα δὲ σιγῇ
κρυπτέον· ἐχθαίρω τὴν ἀθυροστομίην.
τίπτε πέδον, Χρύσιλλα, κάτω νεύουσα δοκεύεις,
καὶ ζώνην παλάμαις οἷά περ ἀκρολυτεῖς;
αἰδὼς νόσφι πέλει τῆς Κύπριδος· εἰ δʼ ἄρα σιγᾷς,
νεύματι τὴν Παφίην δεῖξον ὑπερχομένη,
ὤμοσα μιμνάζειν σέο τηλόθεν, ἀργέτι κούρη,
ἄχρι δυωδεκάτης, ὦ πόποι, ἠριπόλης·
οὐ δʼ ἔτλην ὁ τάλας· τὸ τὰρ αὔριον ἄμμι φαάνθη
τηλοτέρω μήνης, ναὶ μὰ σέ, δωδεκάτης.
ἀλλὰ θεοὺς ἱκέτευε, φίλη, μὴ ταῦτα χαράξαι
ὅρκια ποιναίης νῶτον ὑπὲρ σελίδος·
θέλγε δὲ σαῖς χαρίτεσσιν ἐμὴν φρένα· μὴ δέ με μάστιξ,
πότνα, κατασμύξῃ καὶ σέο καὶ μακάρων.