Ancient Greek · ~3 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.255
Not analysed yet
εἶδον ἐγὼ ποθέοντας· ὑπʼ ἀτλήτοιο δὲ λύσσης
δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι,
οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος· ἱέμενοι δέ,
εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην,
ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην,
ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι.
καὶ ῥʼ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνος
τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων
κούρη δʼ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα
ζωσαμένη, Φοίβης εἶδος ἀπεπλάσατο.
καὶ πάλιν ἠρήρειστο τὰ χείλεα· γυιοβόρον γὰρ
εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης.
ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει,
στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα,
ἢ κείνους ʽφιλέοντας, ὑπʼ ἀντιπόροισὶ τʼ ἀγοστοῖς
ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους.
τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη,
τρὶς μάκαρ· ἀλλʼ ἡμεῖς ἄνδιχα καιόμεθα.