Ancient Greek · ~7 min
Book 5, lines 5.256-5.262
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.256-262
Not analysed yet
δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποις
ἕσπερος, ὑβριστὴν μῦθον ἐπευξαμένη.
ὕβρις ἔρωτας ἔλυσε. μάτην ὅδε μῦθος ἀλᾶται·
ὕβρις ἐμὴν ἐρέθει μᾶλλον ἐρωμανίην.
ὤμοσα γὰρ λυκάβαντα μένειν ἀπάνευθεν ἐκείνης·
ὦ πόποι· ἀλλʼ ἱκέτης πρώιος εὐθὺς ἔβην.
νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου,
μὴ μεταβαλλομένου τῆς σοβαρᾶς ἕνεκα·
οὔτε γὰρ Εὐρώπης, οὐ τῆς Δανάης περὶ κάλλος,
οὔθʼ ἁπαλῆς Λήδης ἐστʼ ἀπολειπομένη·
εἰ μὴ τὰς πόρνας παραπέμπεται· οἶδα γὰρ αὐτὸν
τῶν βασιλευουσῶν παρθενικῶν φθορέα,
Πρόκριτός ἐστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης
πάσης· ἱμείρω δʼ ἀμφὶς ἔχειν παλάμαις
μᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις,
ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης.
σὸν γὰρ ἔτι φθινόττωρον ὑπέρτερον εἴαρος ἄλλης,
χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος.
ὄμματά σευ βαρύθουσι, πόθου πνείοντα, Χαρικλοῖ,
οἷάπερ ἐκ λέκτρων ἄρτι διεγρομένης·
ἔσκυλται δὲ κόμη, ῥοδέης δʼ ἀμάρυγμα παρειῆς
ὦχρος ἔχει λευκός, καὶ δέμας ἐκλέλυται.
κεἰ μὲν παννυχίῃσιν ὁμιλήσασα παλαίστραις
ταῦτα φέρεις, ὄλβου παντὸς ὑπερπέτεται
ὅς σε περιπλέγδην ἔχε πήχεσιν εἰ δέ σε τήκει·
θερμὸς ἔρως, εἴης εἰς ἐμὲ τηκομένη.
Κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα; τήκομαι οἴστρῳ
Ῥείης πυργοφόρου δείκελον εἰσορόων.
ἀσκεπές ἐστι κάρηνον; ἐγὼ ξανθίσμασι χαίτης
ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον.
ἀργενναῖς ὀθόνῃσι κατήορα βόστρυχα κεύθεις;
οὐδὲν ἐλαφροτέρη φλὸξ κατέχει κραδίην.
μορφὴν τριχθαδίην Χαρίτων τριὰς ἀμφιπολεύει·
πᾶσα δέ μοι μορφὴ πῦρ ἴδιον προχέει.
εἰμί μὲν οὐ φιλόοινος· ὅταν δʼ ἐθέλῃς με μεθύσσαι,
πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.
εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφειν
εὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόον
πορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα,
καί μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.
φεῦ φεῦ, καὶ τὸ λάλημα τὸ μείλιχον ὁ φθόνος εἴργει,
βλέμμα τε λαθριδίως φθεγγομένων βλεφάρων·
ἱσταμένης δʼ ἄγχιστα τεθήπαμεν ὄμμα γεραιῆς,
οἷα πολύγληνον βουκόλον Ἰναχίης.
ἵστασο, καὶ σκοπίαζε, μάτην δὲ σὸν ἦτορ ἀμύσσου·
οὐ γὰρ ἐπὶ ψυχῆς ὄμμα τεὸν τανύσεις.