Ancient Greek · ~4 min
Book 5, lines 5.263-5.266
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.263-266
Not analysed yet
μήποτε, λύχνε, μύκητα φέροις, μηδʼ ὄμβρον ἐγείροις,
μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον,
αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, καὶ γὰρ ὅθʼ Ἡρὼ
ἥρμοσε Λειάνδρῳ. . θυμέ, τὸ λοιπὸν ἔα.
Ἡφαίστου τελέθεις· καὶ πείθομαι, ὅττι χαλέπτων
Κύπριδα, θωπεύεις δεσποτικὴν ὀδύνην.
βόστρυχον ὠμογέροντα τί μέμφεαι, ὄμματά θʼ ὑγρὰ
δάκρυσιν; ὑμετέρων παίγνια ταῦτα πόθων
φροντίδες ἀπρήκτοιο πόθου τάδε, ταῦτα βελέμνων
σύμβολα, καὶ δολιχῆς ἔργα νυχεγρεσίης.
καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη,
καὶ λαγαρὸν δειρᾖ δέρμα περικρέμαται.
ὁππόσον ἡβάσκει φλογὸς ἄνθεα, τόσσον ἐμεῖο
ἅψεα γηράσκει φροντίδι γυιοβόρῳ.
ἀλλὰ κατοικτείρασα δίδου χάριν· αὐτίκα γάρ μοι
χρὼς ἀναθηλήσει κρατὶ μελαινομένῳ,
ὄμματα Φυλλὶς ἔπεμπε κατὰ πλόον ὅρκος ἀλήτης
πλάζετο, Δημοφόων δʼ ἦεν ἄπιστος ἀνήρ.
νῦν δέ, φίλη, πιστὸς μὲν ἐγὼ παρὰ θῖνα θαλάσσης
Δημοφόων σὺ δὲ πῶς, Φυλλίς, ἄπιστος ἔφυς;
ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷ
ὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν.
λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόντα
εἰς ἐμέ, καὶ μανίαις θυμὸν ἐληίσατο·
σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει,
καὶ ποταμῶν δῖναι, καὶ δέπας οἰνοχόον,