Ancient Greek · ~2 min
Book 5
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.267
Not analysed yet
α. τί στενάχεις; β. φιλέω. α. τίνα; β. παρθένον. α. ἦ ῥά γε καλήν;
β. καλὴν ἡμετέροις ὄμμασι φαινομένην.
α. ποῦ δέ μιν εἰσενόησας; β. ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼν
ξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.
α. ἐλπίζεις δὲ τυχεῖν; β. ναὶ, ναί, φίλος· ἀμφαδίην δὲ
οὐ ζητῶ φιλίην, ἀλλʼ ὑποκλεπτομένην.
α. τὸν νόμιμον μᾶλλον φεύγεις γάμον. β. ἀτρεκὲς ἔγνων,
ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.
α. ἔγνως; οὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρ
ψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;