Ancient Greek · ~7 min
Book 5, lines 5.47-5.55
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.47-55
Not analysed yet
πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί, Θάλεια,
πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ· ̓·
νῦν δʼ ὅτε μοι γυμνὴ γλυκεροῖς; μελέεσσι πέπλησαι,
ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ.
θυμὲ τάλαν, τί πέπονθας; ἀνέγρεο, μηδʼ ἀπόκαμνε·
ζητήσεις ταύτην τὴν ὑπερευτυχίην.
ὄμματα μὲν χρύσεια, καὶ ὑαλόεσσα παρειή,
καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος,
δειρὴ λυγδινέη, καὶ στήθεα μαρμαίροντα,
καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος.
εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι,
τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.
ἡ τρισὶ λειτουργοῦσα πρὸς ἓν τάχος ἀνδράσι Λύδη,
τῷ μὲν ὑπὲρ νηδύν, τῷ δʼ ὑπό, τῷ δʼ ὄπιθεν,
εἰσδέχομαι φιλόπαιδα, γυναικομανῆ, φιλυβριστήν.
εἰ σπεύδεις, ἐλθὼν σὺν δυσί, μὴ κατέχου.
καὶ πενίη καὶ ἔρως δύο μοι κακά· καὶ τὸ μὲν οἴσω
κούφως· πῦρ δὲ φέρειν Κύπριδος οὐ δύναμαι.
; Ἡράσθην, ἐφίλουν, ἔτυχον, κατέπραξʼ, ἀγαπῶμαι·
τίς δέ, καὶ ἧς, καὶ πῶς, ἡ θεὸς οἶδε μόνη.
ὅρκον κοινὸν Ἔρωτʼ ἀνεθήκαμεν ὅρκος ὁ πιστὴν
Ἀρσινόης θέμενος Σωσιπάτρῳ φιλίην.
ἀλλʼ ἡ μὲν ψευδὴς κενὰ δʼ ὅρκια, τῷ δʼ ἐφυλάχθη
ἵμερος· ἡ δὲ θεῶν οὐ φανερὴ δύναμις.
θρήνους, ὦ Ὑμέναιε, παρὰ κληῖσιν ἀΰσαις
Ἀρσινόης, παστῷ μεμψάμενος προδότῃ].
ἡ πιθανὴ μʼ ἔτρωσεν Ἀριστονόη, φίλʼ Ἄδωνι,
κοψαμένη τῇ σῇ στήθεα πὰρ καλύβῃ.
εἰ δώσει ταύτην καὶ ἐμοὶ χάριν, ἢν ἀποπνεύσω,
μὴ πρόφασις, σύμπλουν σύμ με λαβὼν ἀπάγου.
μήποτε γαστροβαρῆ πρὸς σὸν λέχος ἀντιπρόσωπον
παιδογόνῳ κλίνῃς Κύπριδι τερπόμενος.
μεσσόθι γὰρ μέγα κῦμα καὶ οὐκ ὀλίγος πόνος ἔσται,
τῆς μὲν ἐρεσσομένης, σοῦ δὲ σαλευομένου.
ἀλλὰ πάλιν στρέψας ῥοδοειδέι τέρπεο πυγῇ,
τὴν ἄλοχον νομίσας ἀρσενόπαιδα Κύπριν.
Δωρίδα τὴν ῥοδόπυγον ὑπὲρ λεχέων διατείνας
ἅψεσιν ἐν χλοερῖς ἀθάνατος γέγονα.
ἡ γὰρ ὑπερφυέεσσι μέσον διαβᾶσά με ποσσίν,
ἤνυσεν ἀκλινέως τὸν Κύπριδος δόλιχον;
ὄμμασι νωθρὰ βλέπουσα· τὰ δʼ ἠύτε πνεύματι φύλλα,
ἀμφισαλευομένης, ἔτρεμε πορφύρεα,
μέχρις ἀπεσπείσθη λευκὸν μένος ἀμφοτέροισιν,
καὶ Δωρὶς παρέτοις ἐξεχύθη μέλεσι.