Ancient Greek · ~7 min
Book 5, lines 5.56-5.65
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.56-65
Not analysed yet
ἐκμαίνει χείλη με ῥοδόχροα, ποικιλόμυθα,
ψυχοτακῆ στόματος νεκταρέου πρόθυρα,
καὶ γλῆναι λασίαισιν ὑπʼ ὀφρύσιν ἀστράπτουσαι,
σπλάγχνων ἡμετέρων δίκτυα καὶ παγίδες,
καὶ μαζοὶ γλαγόεντες, ἐύζυγες, ἱμερόεντες,
εὐφυέες, πάσης τερπνότεροι κάλυκος.
ἀλλὰ τί μηνύω κυσὶν ὀστέα; μάρτυρὲς εἰσιν
τῆς ἀθυροστομίης οἱ Μίδεοι κάλαμοι.
τὴν περιφρυγομένην ψυχὴν ἂν πολλάκι καίῃς,
φεύξετʼ, Ἔρως· καὐτή, σχέτλιʼ, ἔχει πτέρυγας.
νήπιʼ Ἔρως, πορθεῖς μὲ τὸ κρήγυον εἴς μὲ κένωσον
πᾶν σὺ βέλος, λοιπὴν μηκέτʼ ἀφεὶς γλυφίδα,
ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμέ, καί τινα χρῄζων
ἄλλον ὀιστεῦσαι, μηκέτʼ ἔχοις ἀκίδα.
φεύγειν δεῖ τὸν Ἔρωτα κενὸς πόνος· οὐ γὰρ ἀλύξω
πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.
παρθένος ἀργυρόπεζος ἐλούετο, χρύσεα μαζῶν
χρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη·
πυγαὶ δʼ ἀλλήλαις περιηγέες εἱλίσσοντο,
ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι. ˘˘
τὸν δʼ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶρ
οὐχ ὅλον Εὐρώταν, ἀλλʼ ὅσον ἠδύνατο.
τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ,
ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν· ¯
“δώδεκά σοι βέβληκα, καὶ αὔριον ἄλλα βαλῶ σοι,
ἢ πλέον, ἠὲ πάλιν δώδεκʼ ἐπιστάμενος.”
εἶτα κελευομένη †ἦλθεν γελάσας δὲ πρὸς αὐτήν
οὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν, ἀλλʼ ἔτι πολλὰ
λείψανα τῆς προτέρης σῴζεται ἡλικίης, ˘˘
καὶ χάριτες μίμνουσιν ἀγήραοι, οὐδὲ τὸ κάλλος
τῶν ἱλαρῶν μήλων ἢ ῥόδου ἐξέφυγεν.
ὦ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος.
Ἀντιγόνη, Σικελὴ πάρος ἦσθά μοι· ὡς δʼ ἐγενήθης
Αἰτωλή, κἀγὼ Μῆδος ἰδοὺ γέγονα.
Νῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου,
πάντα τὰ πορφύροντʼ ἐν χθονὶ σεῖε νέφη.
ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δὲ μʼ ἀφῇς ζῆν,
καὶ διαδὺς τούτων χείρονα, κωμάσομαι
ἕλκει γάρ μʼ ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς,
Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.
αἰετὸς ὁ Ζεὺς ἦλθεν ἐπʼ ἀντίθεον Γανυμήδην,
κύκνος ἐπὶ ξανθὴν μητέρα τὴν Ἑλένης.
οὕτως ἀμφότερʼ ἐστὶν ἀσύγκριτα· τῶν δύο δʼ αὐτῶν
ἄλλοις ἄλλο δοκεῖ κρεῖσσον, ἐμοὶ τὰ δύο.