Ancient Greek · ~7 min
Book 5, lines 5.66-5.75
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.66-75
Not analysed yet
εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον,
καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων,
σῶσον, ἔφην, “ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόν
καὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.”
ταῦτα λέγοντος ἔκλαυσεν ἀποψήσασα δὲ δάκρυ,
ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν.
κάλλος ἄνευ χαρίτων τέρπει μόνον, οὐ κατέχει δέ,
ὡς ἄτερ ἀγκίστρου νηχόμενον δέλεαρ.
ἢ τὸ φιλεῖν περίγραψον, Ἔρως, ὅλον, ἢ τὸ φιλεῖσθαι
πρόσθες, ἵνʼ ἢ λύσῃς τὸν πόθον, ἢ κεράσῃς.
Παλλὰς ἐσαθρήσασα καὶ Ἥρη χρυσοπέδιλος
Μαιονίδʼ, ἐκ κραδίης ἴαχον ἀμφότεραι·
“οὐκέτι γυμνούμεσθα· κρίσις μία ποιμένος ἀρκεῖ·
οὐ καλὸν ἡττᾶσθαι δὶς περὶ καλλοσύνης.”
κάλλος ἔχεις Κύπριδος; ,Πειθοῦς στόμα, σῶμα καὶ ἀκμὴν
εἰαρινῶν Ὡρῶν, φθέγμα δὲ Καλλιόπης,
νοῦν καὶ σωφροσύνην Θέμιδος, καὶ χεῖρας Ἀθήνης·
σὺν σοὶ δʼ αἱ Χάριτες τέσσαρές εἰσι, Φίλη.
Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼς
θυγατέρα, Ζήνων, ἔνδον ἔχεις πόλεμον.
ζήτει Λυσίμαχον μοιχὸν φίλον, ὃς σ’ ἐλεήσας
ἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.
τοῦτο βίος, τοῦτʼ αὐτό· τρυφὴ βίος. ἔρρετʼ ἀνῖαι·
ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λύαιος,
ἄρτι χοροί, στέφανοί τε φιλανθέες, ἄρτι γυναῖκες·
σήμερον ἐσθλὰ πάθω· τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.
δαίμονες, οὐκ ᾔδειν ὅτι λούεται ἡ Κυθέρεια,
χερσὶ καταυχενίους λυσαμένη πλοκάμους.
ἱλήκοις, δέσποινα, καὶ ὄμμασιν ἡμετέροισι
μήποτε μηνίσῃς, θεῖον ἰδοῦσι τύπον.
νῦν ἔγνων Ῥοδόκλεια, καὶ οὐ Κύπρις. εἶτα τὸ κάλλος
τοῦτο πόθεν; σύ, δοκῶ, τὴν θεὸν ἐκδέδυκας.
πέμπω σοι, Ῥοδόκλεια, τόδε στέφος, ἄνθεσι καλοῖς
αὐτὸς ὑφʼ ἡμετέραις πλεξάμενος παλάμαις.
ἔστι κρίνον, ῥοδέη τε κάλυξ, νοτερὴ τʼ ἀνεμώνη,
καὶ νάρκισσος ὑγρός, καὶ κυαναυγὲς ἴον.
ταῦτα στεψαμένη, λῆξον μεγάλαυχος ἐοῦσα·
ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος.
γείτονα παρθένον εἶχον Ἀμυμώνην, Ἀφροδίτη,
ἥ μου τὴν ψυχὴν ἔφλεγεν οὐκ ὀλίγον.
αὕτη μοι προσέπαιξε, καί, εἴ ποτε καιρός, ἐτόλμων
ἠρυθρία. τί πλέον; τὸν πόνον ᾐσθάνετο·
ἤνυσα πολλὰ καμών. παρακήκοα νῦν ὅτι τίκτει·
ὥστε τί ποιοῦμεν; φεύγομεν ἢ μένομεν;