Ancient Greek · ~7 min
Book 5, lines 5.76-5.88
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 5.76-88
Not analysed yet
αὕτη πρόσθεν ἔην ἐρατόχροος, εἰαρόμασθος,
εὔσφυρος, εὐμήκης, εὔοφρυς, εὐπλόκαμος·
ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι,
καὶ νῦν τῶν προτέρων οὐδʼ ὄναρ οὐδὲν ἔχει,
ἀλλοτρίας δὲ τρίχας, καὶ ῥυσῶδες τὸ πρόσωπον,
οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.
εἰ τοίην χάριν εἶχε γυνὴ μετὰ Κύπριδος εὐνήν,
οὐκ ἄν τοι κόρον ἔσχεν ἀνὴρ ἀλόχοισιν ὁμιλῶν.
πᾶσαι γὰρ μετὰ κύπριν ἀτερπέες εἰσὶ γυναῖκες.
τὴν ψυχήν, Ἀγάθωνα φιλῶν, ἐπὶ χείλεσιν ἔσχον
ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.
τῷ μήλῳ βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη, τῆς σῆς παρθενίης μετάδος·
εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.
μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλʼ ἐπίνευσον,
Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.
ἡ τὰ ῥόδα, ῥοδόεσσαν ἔχεις χάριν ἀλλὰ τί πωλεῖς;
σαυτήν, ἢ τὰ ῥόδα; ἠὲ συναμφότερα;
ὦ σοβαρὴ βαλάνισσα, τί δή ποτέ μʼ ἔκπυρα λούεις;
πρὶν μʼ ἀποδύσασθαι, τοῦ πυρὸς αἰσθάνομαι,
εἴθʼ ἄνεμος γενόμην, σὺ δʼ ἐπιστείχουσα παρʼ ἀγὰς
στήθεα γυμνώσαις, καί με πνέοντα λάβοις.
εἴθε ῥόδον γενόμην ὑποπόρφυρον, ὄφρα με χερσὶν
ἀρσαμένη χαρίσῃ στήθεσι χιονέοις.
φείδῃ παρθενίης· καὶ τί πλέον; οὐ γὰρ ἐς ᾍδην
ἐλθοῦσ’ εὑρήσεις τὸν φιλέοντα, κόρη.
ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος· ; ἐν δʼ Ἀχέροντι
ὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.
ἵλαθί μοι, φίλε Φοῖβε· σὺ γὰρ θοὰ τόξα τιταίνων
ἐβλήθης ὑπʼ Ἔρωτος ὑπʼ ὠκυπόροισιν ὀιστοῖς.
ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς, ἀλλὰ τὸ σῶμα
κέκραγʼ ὡς βελέων δεξάμενον φαρέτρην,
καὶ βάσις ἀστατέουσα, καὶ ἄστατος ἄσθματος ὁρμή,
καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες.
ἀλλά, Πόθοι, πρὸς μητρὸς ἐϋστεφάνου Κυθερείης,
φλέξατε τὴν ἀπιθῆ, μέχρις ἐρεῖ Φλέγομαι.
εἰ δυσὶν οὐκ ἴσχυσας ἴσην φλόγα, πυρφόρε, καῦσαι,
τὴν ἑνὶ καιομένην ἢ σβέσον ἢ μετάθες.