Ancient Greek · ~7 min
Book 6, lines 6.106-6.114
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.106-114
Not analysed yet
τοῦτό σοί, ὑληκοῖτα, κατʼ ἀγριάδος πλατάνοιο
δέρμα λυκορραίστης ἐκρέμασεν Τελέσων,
καὶ τὰν ἐκ κοτίνοιο καλαύροπα, τάν ποκα τῆνος
πολλάκι ῥομβητὰν ἐκ χερὸς ἠκροβόλει.
ἀλλὰ τύ, Πὰν βουνῖτα, τὰ μὴ πολύολβά τε δέξαι
δῶρα, καὶ εὐαγρεῖ τῷδε πέτασσον ὄρος.
Ὑλησκόπῳ με Πανὶ θηρευτὴς Γέλων
ἔθηκε λόγχην, ἧς ἀπέθρισε χρόνος
ἀκμὴν ἐν ἔργῳ, καὶ λίνων πολυστρόφων
γεραιὰ τρύχη, καὶ πάγας δεραγχέας,
νευροπλεκεῖς τε κνωδάλων ἐπισφύρους
ὠκεῖς ποδίστρας, καὶ τραχηλοδεσπότας
κλοιοὺς κυνούχους· γυῖα γὰρ δαμεὶς χρόνῳ
ἀπεῖπεν ἤδη τὴν ὀρεινόμον πλάνην.
ὑψηλῶν ὀρέων ἔφοροι, κεραοὶ χοροπαῖκται,
Πᾶνες, βουχίλου κράντορες Ἀρκαδίης,
εὔαρνον θείητε καὶ εὐχίμαρον Διότιμον,
δεξάμενοι λαμπρῆς δῶρα θυηπολίης,
γηραλέον νεφέλας τρῦχος τόδε, καὶ τριέλικτον
ἰχνοπέδαν, καὶ τὰς νευροτενεῖς παγίδας,
κλωβοὺς τʼ ἀμφιρρῶγας, ἀνασπαστούς τε δεράγχας,
καὶ πυρὶ θηγαλέους ὀξυπαγεῖς στάλικας,
καὶ τὰν εὔκολλον δρυὸς ἰκμάδα, τόν τε πετηνῶν
ἀγρευτὰν ἰξῷ μυδαλέον δόνακα,
καὶ κρυφίου τρίκλωστον ἐπισπαστῆρα βόλοιο,
ἄρκυν τε κλαγερῶν λαιμοπέδαν γεράνων,
σοί, Πὰν ὦ σκοπιῆτα, γέρας θέτο παῖς Νεολᾴδα
Κραῦγις ὁ θηρευτάς, Ἀρκὰς ἀπʼ Ὀρχομενοῦ.
τὰν ἔλαφον Κλεόλαος ὑπὸ κναμοῖσι λοχήσας,
ἔκτανε Μαιάνδρου πὰρ τριέλικτον ὕδωρ,
θηκτῷ σαυρωτῆρι· τὰ δʼ ὀκτάρριζα μετώπων
φράγμαθʼ ὑπὲρ ταναὰν ἇλος ἔπαξε πίτυν.
τὰν ἔλαφον, Λάδωνα καὶ ἀμφʼ Ἐρυμάνθιον ὕδωρ
νῶτά τε θηρονόμου φερβομέναν Φολόας,
παῖς ὁ Θεαρίδεω Λασιώνιος εἷλε Λυκόρμας
πλήξας ῥομβητῷ δούρατος οὐριάχῳ·
δέρμα δὲ καὶ δικέραιον ἀπὸ στόρθυγγα μετώπων
σπασσάμενος, κούρᾳ θῆκε παῤʼ ἀγρότιδι.
τρεῖς ἄφατοι κεράεσσιν ὑπʼ αἰθούσαις τοι, Ἄπολλον
ἄγκεινται κεφαλαὶ Μαιναλίων ἐλάφων,
ἃς ἕλον ἐξ ἵππων Γύγεω χέρε Δαΐλοχός τε
καὶ Προμένης, ἀγαθοῦ τέκνα Λεοντιάδου,
πρόσθε μὲν ἀγραύλοιο δασύτριχος ἰξάλου αἰγὸς
δοιὸν ὅπλον χλωροῖς ἐστεφόμαν πετάλοις·
νῦν δέ με Νικομάχῳ κεραοξόος ἥρμοσε τέκτων,
ἐντανύσας ἕλικος καρτερὰ νεῦρα βοός.
δέρμα καὶ ὀργυιαῖα κέρα βοὸς ἐκ βασιλῆος
Ἀμφιτρυωνιάδᾳ κείμεθʼ ἀνὰ πρόπυλον,
τεσσαρακαιδεκάδωρα, τὸν αὐχήεντα Φιλίππῳ
ἀντόμενον κατὰ γᾶς ἤλασε δεινὸς ἄκων,
βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν. ἆ πολύολβος
Ἠμαθίς, ἃ τοίῳ κραίνεται ἁγεμόνι.