Ancient Greek · ~7 min
Book 6, lines 6.115-6.123
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.115-123
Not analysed yet
τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον,
τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίας,
Δαρδανέων ὀλετήρ, ὁ κεραύνιος εἷλε Φίλιππος,
πλήξας αἰγανέᾳ βρέγμα κυναγέτιδι·
καὶ τάδε σοὶ βριαρᾶς, Ἡράκλεες, οὐ δίχα βύρσας
θῆκεν, ἀμαιμακέτου κρατὸς ἔρεισμα, κέρα.
σᾶς τοι ὅδʼ ἐκ ῥίζας ἀναδέδρομεν οὒ οἱ ἀεικὲς
πατρῴου ζαλοῦν ἔργα βοοκτασίας.
σοὶ γέρας, Ἀλκείδα Μινυαμάχε, τοῦτο Φίλιππος
δέρμα ταναιμύκου λευρὸν ἔθηκε βοὸς
αὐτοῖς σὺν κεράεσσι, τὸν ὕβρεϊ κυδιόωντα
ἔσβεσεν Ὀρβηλοῦ τρηχὺν ὑπὸ πρόποδα.
ὁ φθόνος αὐαίνοιτο τεὸν δʼ ἔτι κῦδος ἀέξει
ῥίζα Βεροιαίου κράντορος Ἠμαθίας.
ἐκ πυρὸς ὁ ῥαιστήρ, καὶ ὁ καρκίνος, ἥ τε πυράγρη
ἄγκεινθʼ Ἡφαίστῳ, δῶρα Πολυκράτεος,
ᾧ πυκνὸν κροτέων ὑπὲρ ἄκμονος εὕρετο παισὶν
ὄλβον, ὀϊζυρὴν ὠσάμενος πενίην.
ἁ φόρμιγξ, τά τε τόξα, καὶ ἀγκύλα δίκτυα Φοίβῳ
Σώσιδος, ἔκ τε Φίλας, ἔκ τε Πολυκράτεος.
χὠ μὲν ὀϊστευτὴρ κεραὸν βιόν, ἁ δὲ λυρῳδὸς
τὰν χέλυν, ὡγρευτὴς ὤπασε πλεκτὰ λίνα·
ἀλλʼ ὁ μὲν ὠκυβόλων ἰῶν κράτος, ἁ δὲ φέροιτο
ἄκρα λύρας, ὁ δʼ ἔχοι πρῶτα κυναγεσίας.
κεῖσαι δὴ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας,
βότρυ, Διωνύσου πληθόμενος σταγόνι·
οὐδʼ ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα
φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον·
οὐ μόνον ὑψηλοῖς ἐπὶ δένδρεσιν οἶδα καθίζων
ἀείδειν, ζαθερεῖ καύματι θαλπόμενος,
προίκιος ἀνθρώποισι κελευθίτῃσιν ἀοιδός,
θηλείης ἔρσης ἰκμάδα γευόμενος·
ἀλλὰ καὶ εὐπήληκος Ἀθηναίης ἐπὶ δουρὶ
τὸν τέττιγʼ ὄψει μʼ, ὦνερ, ἐφεζόμενον.
ὅσσον γὰρ Μούσαις ἐστέργμεθα, τόσσον Ἀθήνη
ἐξ ἡμέων ἡ γὰρ παρθένος αὐλοθέτει.
Κυνθιάδες, θαρσεῖτε· τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα
κεῖται ἐν Ὀρτυγίῃ τόξα παρʼ Ἀρτέμιδι,
οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα. νῦν δὲ πέπαυται,
αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο.
μαινὰς Ἐνυαλίου, πολεμαδόκε, θοῦρι κράνεια,
τίς νύ σε θῆκε θεᾷ δῶρον ἐγερσιμάχᾳ;
“μήνιος· ἦ γὰρ τοῦ παλάμας ἄπο ῥίμφα θοροῦσα
ἐν προμάχοις Ὀδρύσας δήιον ἀμπεδίον.”
ἕσταθι τεῖδε, κράνεια βροτοκτόνε, μηδʼ ἔτι λυγρὸν
χάλκεον ἀμφʼ ὄνυχα στάζε φόνον δαΐων
ἀλλʼ ἀνὰ μαρμάρεον δόμον ἡμένα αἰπὺν Ἀθάνας,
ἄγγελλʼ ἀνορέαν Κρητὸς Ἐχεκρατίδα.