Ancient Greek · ~7 min
Book 6, lines 6.99-6.105
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.99-105
Not analysed yet
κόψας ἐκ φηγοῦ σε τὸν αὐτόφλοιον ἔθηκεν
Πᾶνα Φιλοξενίδης, ὁ κλυτὸς αἰγελάτης,
θύσας αἰγιβάτην πολιὸν τράγον, ἔν τε γάλακτι
πρωτογόνῳ βωμοὺς τοὺς ἱεροὺς μεθύσας.
ἀνθʼ ὧν ἐν σηκοῖς διδυμητόκοι αἶγες ἔσονται
γαστέρα, φεύγουσαι τρηχὺν ὀδόντα λύκου,
λαμπάδα, τὴν κούροις ἱερὴν ἔριν, ὠκὺς ἐνέγκας,
οἷα Προμηθείης μνῆμα πυροκλοπίης,
νίκης κλεινὸν ἄεθλον, ἔτʼ ἐκ χερὸς ἔμπυρον Ἑρμῇ
θῆκεν †ὁμωνυμίῃ παῖς πατρὸς Ἀντιφάνης.
ξίφη τὰ πολλῶν κνωδάλων λαιμητόμα
πυριτρόφους τε ῥιπίδας πορηνέμους,
ἠθμόν τε πουλύτρητον, ἠδὲ τετράπουν
πυρὸς γέφυραν, ἐσχάρην κρεηδόκον,
ζωμήρυσίν τε τὴν λίπους ἀφρηλόγον,
ὁμοῦ κρεάγρῃ τῇ σιδηροδακτύλῳ,
βραδυσκελὴς Ἥφαιστε, σοὶ Τιμασίων
ἔθηκεν, ἀκμῆς γυῖον ὠρφανωμένος.
Ῥοιὴν ξανθοχίτωνα, γεραιόφλοιά τε σῦκα,
καὶ ῥοδέας σταφυλῆς ὠμὸν ἀποσπάδιον,
μῆλὸν θʼ ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ,
καὶ κάρυον χλωρῶν ἐκφανὲς ἐκ λεπίδων,
καὶ σίκυον χνοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην,
καὶ πέρκην ἤδη χρυσοχίτωνʼ ἐλάην,
σοί, φιλοδῖτα Πρίηπε, φυτοσκάφος ἄνθετο Λάμων,
δένδρεσι καὶ γυίοις εὐξάμενος θαλέθειν,
στάθμην ἰθυτενῆ μολιβαχθέα, δουριτυπῆ
σφῦραν, καὶ γυρὰς ἀμφιδέτους ἀρίδας,
καὶ στιβαρὸν πέλεκυν στελεχητόμον, ἰθύδρομόν τε
πρίονα, μιλτείῳ στάγματι πειθόμενον,
τρύπανά θʼ ἑλκεσίχειρα, τέρετρά τε, μιλτοφυρῆ ρε
σχοῖνον, ὑπʼ ἀκρονύχῳ ψαλλομένην κανόνι, .
σοί, κούρη γλαυκῶπι, Λεόντιχος ὤπασε δῶρον,
ἄνθος ἐπεὶ γυίων πᾶν ἀπέδυσε χρόνος.
Σπερμοφόρον πήρην ὠμαχθέα, κὠλεσίβωλον
σφῦραν, καὶ γαμψὰς πυρολόγους δρεπάνας,
καὶ τριβόλους ὀξεῖς ἀχυρότριβας, ἱστοβόην τε
σὺν γυροῖς ἀρότροις, καὶ φιλόγαιον ὕνιν,
κέντρα τʼ ὀπισθονυγῆ, καὶ βουστρόφα δεσμὰ τενόντων,
καὶ τρίνακας ξυλίνας, χεῖρας ἀρουροπονων,
γυῖʼ ἅτε πηρωθεὶς Λυσίξενος αὔλακι πολλῇ
ἐκρέμασεν Δηοῖ τῇ σταχυοστεφάνῳ.
Τρῖγλαν ἀπʼ ἀνθρακιῆς καὶ φυκίδα σοί, λιμενῖτι
Ἄρτεμι, δωρεῦμαι Μῆνις ὁ δικτυβόλος,
καὶ ζωρόν, κεράσας ἰσοχειλέα, καὶ τρύφος ἄρτου,
αὖον ἐπιθραύσας, τὴν πενιχρὴν θυσίην
ἀνθʼ ἧς μοι πλησθέντα δίδου θηράμασιν αἰὲν
δίκτυα· σοὶ δέδοται πάντα, μάκαιρα, λίνα.