Ancient Greek · ~7 min
Book 6, lines 6.124-6.135
ANTHOLOGIA GRAECA, Ἀνθολογία, Volume V 6.124-135
Not analysed yet
ἀσπὶς ἀπὸ βροτέων ὤμων Τιμάνορος ἇμμαι
ναῷ ὑπορροφία Παλλάδος ἀλκιμάχας,
πολλὰ σιδαρείου κεκονιμένα ἐκ πολέμοιο,
τόν με φέροντʼ αἰεὶ ῥυομένα θανάτου.
ἤδη τῇδε μένω πολέμου δίχα, καλὸν ἄνακτος
στέρνον ἐμῷ νώτῳ πολλάκι ῥυσαμένα.
καίπερ τηλεβόλους ἰοὺς καὶ χερμάδιʼ αἰνὰ
μυρία καὶ δολιχὰς δεξαμένα κάμακας,
οὐδέποτε Κλείτοιο λιπεῖν περιμάκεα πᾶχυν
φαμὶ κατὰ, βλοσυρὸν φλοῖσβον Ἐνυαλίου.
σᾶμα τόδʼ οὐχὶ μάταιον ἐπʼ ἀσπίδι παῖς ὁ Πολύττου
Ὕλλος ἀπὸ Κρήτας θοῦρος ἀνὴρ ἔθετο,
Γοργόνα τὰν λιθοεργὸν ὁμοῦ καὶ τριπλόα γοῦνα
γραψάμενος· δῄοις τοῦτο δʼ ἔοικε λέγειν
“ἀσπίδος ὦ κατʼ ἐμᾶς πάλλων δόρυ, μὴ κατίδῃς με,
καὶ φεῦγε τρισσοῖς τὸν ταχὺν ἄνδρα ποσίν.”
μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηος
ἐκπρολιπγοῦσα χορῶν παρθενίων ἀΐειν
Ἀρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μʼ ἔθηκεν,
λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη.
ἧσο κατʼ ἠγάθεον τόδʼ ἀνάκτορον, ἀσπὶ φαεννά,
ἄνθεμα Λατῴᾳ δήιον Ἀρτέμιδι.
πολλάκι γὰρ κατὰ δῆριν Ἀλεξάνδρου μετὰ χερσὶν
μαρναμένα χρυσέαν εὖ κεκόνισαι ἴτυν.
ὀκτώ τοι θυρεούς, ὀκτὼ κράνη, ὀκτὼ ὑφαντοὺς
θώρηκας, τόσσας θʼ αἱμαλέας κοπίδας,
ταῦτʼ ἀπὸ Λευκανῶν Κορυφασίᾳ ἔντεʼ Ἀθάνᾳ
Ἅγνων Εὐάνθευς θῆχʼ ὁ βιαιομάχας.
τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ
Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν,
πάντα τὸν Ἀντιγόνου καθελὼν στρατὸν οὐ μέγα θαῦμα·
αἰχμηταὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.
αἵδʼ ἀπὸ Λευκανῶν θυρεάσπιδες, οἱ δὲ χαλινοὶ
στοιχηδόν, ξεσταὶ τʼ ἀμφίβολοι κάμακες
δέδμηνται, ποθέουσαι ὁμῶς ἵππους τε καὶ ἄνδρας,
Παλλάδι· τοὺς δʼ ὁ μέλας ἀμφέχανεν θάνατος.
ἔντεα Βρέττιοι ἄνδρες ἀπʼ αἰνομόρων βάλον ὤμων,
θεινόμενοι Λοκρῶν χερσὶν ὕπʼ ὠκυμάχων,
ὧν ἀρετὰν ὑμνεῦντα θεῶν ὑπʼ ἀνάκτορα κεῖνται,
οὐδὲ ποθεῦντι κακῶν πάχεας, οὓς ἔλιπον.
Ἀλκιβίη πλοκάμων ἱερὴν ἀνέθηκε καλύπτρην
Ἥρῃ, κουριδίων εὖτʼ ἐκύρησε γάμων.
ἡ τὸν θύρσον ἔχουσ’ Ἑλικωνιάς, ἥ τε παρʼ αὐτὴν
Ξανθίππη, Γλαύκη τʼ, εἰς χορὸν ἐρχόμεναι,
ἐξ ὄρεος χωρεῦσι, Διωνύσῳ δὲ φέρουσι
κισσὸν καὶ σταφυλήν, πίονα καὶ χίμαρον.
οὗτος Φειδόλα ἵππος ἀπʼ εὐρυχόροιο Κορίνθου
ἄγκειται Κρονίδᾳ, μνᾶμα ποδῶν ἀρετᾶς.